1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

77

ἁμαρτημάτων συγχώρησιν αὐτὸν ἀπαιτῶν, καὶ τοῦ τυχεῖν τῶν εἰρημένων. 358 Ps 36,8a ̓Ολέθριον πάθος τυγχάνει ἡ ὀργή, ὡς καὶ τοὺς φρονίμους ἀναιρεῖν· ̓Οργὴ γὰρ ἀπόλλυσι καὶ φρονίμους, ἀλλὰ καὶ τῆς ἐνεργείας τῆς ἀρετῆς ἐστιν ἐμποδιστική· ̓Οργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. διὸ Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν, ζηλωτὴς πραΰτητος καὶ ἡμερότητος γινόμενος. δύναται δέ τις παύεσθαι ἀπὸ ὀργῆς τῆς τοῦ θεοῦ καὶ ἐγκαταλείπειν τὸν θυμὸν αὐτοῦ ἀπεχόμενος ἐκείνων οις ἀκολουθεῖ τὸ ὀργῇ καὶ θυμῷ ὑποπεσεῖν. 359 Ps 36,10.11 ̓Επεὶ καταργηθήσεται τὰ τῆς κακίας ετι ὀλίγου παραδραμόντος χρόνου, οὐχ ὑπάρξεται ὁ ἁμαρτωλός, τῆς εξεως καθ' ην ἐστιν τοιοῦτος οὐχ εὑρισκομένης. διὸ καὶ ζητήσας τὸν τόπον αὐτοῦ οὐχ εὑρήσεις. τόπον δὲ ἀκουστέον τὸν ὡς εν τινι τάξει, οιον διαφορᾶς ἐνούσης διδασκάλου καὶ μαθητοῦ. εστιν τόπος διδασκάλου καὶ τόπος μαθητοῦ, οτ' αν ὁ μαθητὴς πληρωθῇ τῆς ἐπιστήμης, ὡς ὁ διδάσκαλος γεγενημένος ἀπολείψει τὸν μαθητοῦ τόπον ὡς μηκέτι ειναι τοῦτον. ἐπεὶ ουν καὶ τῶν λογικῶν ἐξ ἰδίας αἱρέσεως γέγονε διαφορὰ ὡς τοὺς μὲν δικαίων τοὺς δὲ ἁμαρτωλῶν ἐπέχειν τόπον, ἀφανιζομένης τῆς κακίας οὐκ ετ' εσται τοῦ ἁμαρτωλοῦ τόπος. οἱ δὲ πραεῖς εὐστάθειαν κατορθώσαντες κληρονόμοι γῆς ἑτέρας παρ' ης πατοῦμεν ἀποδειχθήσονται, ὡς καὶ κατατρυφᾶν ἐπ' αὐτῆς πλήθους εἰρήνης ἐσομένου, οτ' αν πάντες οἱ ἐχθροὶ πρὸς ους εχομεν τὸν πόλεμον καταλυθῶσιν. 360 Ps 36,14 ∆υνατὸν ἐπὶ τὸν διάβολον ἀνάγειν ταῦτα μετὰ αρθρου ἁμαρτωλὸν ὀνομαζόμενον. σπῶνται δὲ καὶ οἱ ἁμαρτωλοὶ ῥομφαίαν καὶ ἐντείνουσι τόξον, οπως τοῖς μὲν τόξοις βάλωσι τὸν πτωχὸν καὶ πένητα, τῇ δὲ ῥομφαίᾳ σφάξωσι τοὺς εὐθεῖς τῇ καρδίᾳ· οὐ γὰρ τοὺς ἐν κακοῖς πλουτοῦντας τιτρώσκουσι φίλους αὐτῶν οντας, οὐδὲ τοὺς σκολιοὺς τῇ καρδίᾳ σφάττουσιν ἑταιρίαν πρὸς αὐτοὺς εχοντες. τόξα δὲ αὐτῶν ἐντεταμένα οἱ πονηροί εἰσιν λογισμοί, ῥομφαία δὲ ἠκονημένη ἡ γλῶσσα ητοι ὁ λόγος αὐτῶν ἀναιρετικός ἐστιν διαφορῶν. ἐπεὶ τοίνυν ὁ ἁμαρτάνων τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθνῄσκει, καὶ τούτων ἡ ῥομφαία ην κατ' αλλων ἠκόνησαν βλάψει αὐτοὺς εἰς τὴν καρδίαν αὐτῶν. 361 Ps 36,16 Πρὸς διάνοιαν· κρεῖττον τῷ δικαίῳ ὀλίγον γνώσεως εχειν μετ' εὐσεβείας ὑπὲρ πλοῦτον μετὰ δυσσεβείας τῶν ἁμαρτωλῶν, ον πλουτεῖν οιονταί τινες τὰ τῆς ψευδονύμου γνώσεως μετερχόμενοι. 362 Ps 36,17a Βραχίονας δὲ νῦν οὐ τοὺς τοῦ σώματος ἀλλὰ τοὺς τῆς ψυχῆς οντας πρακτικὰς δυνάμεις ῥητέον. 363 Ps 36,18a ̔Ο γινώσκων κύριος τὴν τῶν δικαίων ὁδὸν καὶ τὰς τῶν ἀμώμων ὁδοὺς εισεται. τὸ τῆς γνώσεως οὐκ ἐπὶ τῆς εἰδήσεως ῥητέον τὰ νῦν ἀλλ' ἐπὶ τῆς ἀνακράσεως· τὰς γὰρ τῶν ἀμώμων ὁδοὺς ας ὁδεύουσιν πάσας γινώσκει κύριος τῇ ἀμωμότητι αὐτῶν ἀνακρινάμενος. φέρεται δὲ καὶ Γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων. ἐπεὶ γὰρ οἱ αμωμοι οὐδέποτε ἐν σκότῳ ἀλλ' ἐν φωτὶ καὶ ἡμέρᾳ εἰσὶν ἀεί, τούτου χάριν γινώσκει κύριος τὰς τοιαύτας αὐτῶν ἡμέρας η καὶ πάσας τὰς τοῦ βίου αὐτῶν ἡμέρας ἀεὶ ἀμέμπτως καὶ ἀμώμως ἐνεργούντων. 364 Ps 36,19a Καιρὸς πονηρός ἐστιν οτε ἐπίπονά τις ἀπολαμβάνει ἁμαρτημάτων ενεκα. ἐν τούτῳ ουν τῷ καιρῷ οὐ καταισχυνθήσονται οἱ αμωμοι, οὐκ εχοντες πράξεις ἐφ' αις εστι τὸ παθεῖν. 365 Ps 36,20a Οτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οὐ τῷ ἐξ ολων διαλύεσθαι τὴν σύστασιν αὐτῶν ἀλλὰ τῷ μηκέτι ειναι ἁμαρτωλούς. 366 Ps 36,25ab Καν πολλὴ σπάνις σιτίων διὰ κραταιὰν λιμὸν γένηται, κατ' ἐντολὴν θεοῦ κόρακες οισουσιν ὡς τῷ ̔Ηλίᾳ τροφάς, καὶ ὡς τῷ ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων αριστον ὁ ̓Αμβακοὺμ μετέωρος φερόμενος οισει. καὶ τοῦτο πρὸς τὸ ῥητόν, πρὸς δὲ διάνοιαν· ἐκ νεαροῦ καὶ ἀβεβαίου ηθους καθ' ο νεωτερίζων νεώτερος ημην μεταβαλὼν εἰς γῆρας ηλθον βίον ἀκηλίδωτον καὶ πολιὰν φρόνησιν κεκτημένος. ομως ουτω προκόψας Οὐκ ειδον δίκαιον ἐγκαταλελειμμένον. τὰ δ' αλλα ὁμοίως τῷ πρώτῳ. 367 Ps 36,25c.26 ἐγκαταλελειμένον τῷ τὸν θεὸν εχειν τρέφοντα καὶ αρτους θείους