77
ὅτι ἐν Πνεύματι βαπτίζει, τὴν σαφεστέραν περὶ τούτου διδασκαλίαν ἐπέτρεψε παρ' ἐκείνου μαθεῖν· πολλῷ μᾶλλον Ἀνδρέας ἂν τοῦτο ἐποίησεν, αὐτὸς μὲν οὐχ ἡγούμενος πρὸς τὴν ἐξήγησιν πᾶσαν ἐξαρκεῖν, εἰς δὲ αὐτὴν τοῦ φωτὸς ἕλκων τὴν πηγὴν μετὰ τοσαύτης σπουδῆς καὶ χαρᾶς, ὡς μηδὲ τὸ τυχὸν ἀναβαλέσθαι καὶ μελλῆσαι ἐκεῖνον. Καὶ ἐμβλέψας αὐτῷ, φησὶν, ὁ Ἰησοῦς λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἄρχεται λοιπὸν ἐνταῦθα ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προῤῥήσεων. Οὕτω καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, καὶ ἐπὶ τῆς γυναικὸς τῆς Σαμαρείτιδος. βʹ. Τῶν γὰρ σημείων οὐχ ἧττον αἱ προφητεΐαι προσάγονται, καὶ τὸ ἀκόμπαστον ἔχουσι. Τὰ μὲν γὰρ θαύματα κἂν διαβληθείη παρὰ τοῖς ἀνοήτοις (Ἐν Βεελζεβοὺλ γὰρ, φησὶν, ἐκβάλλει τὰ δαιμόνια), περὶ δὲ τῆς προφητείας οὐδὲν τοιοῦτον ἐλέχθη ποτέ. Ἐπὶ μὲν οὖν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ κέχρηται. ἐπὶ δὲ Ἀνδρέου καὶ Φιλίππου τοῦτο οὐκ ἐποίησε. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν εἶχον τὴν μαρτυρίαν Ἰωάννου, οὐ μικρὰν παρασκευήν· ὁ δὲ Φίλιππος τοὺς παρόντας ὁρῶν, ἀξιόπιστον τεκμήριον ἐλάμβανε πίστεως. Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται. Ὁ γὰρ τὸν Πατέρα εἰπὼν, δῆλον ὅτι καὶ τὸ μέλλον προῄδει· καὶ μετ' ἐγκωμίου ἡ πρόῤῥησις. Τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος· καὶ δῆλον ἐκεῖθεν. Σκόπει γοῦν ἐπὶ τῆς Σαμαρείτιδος, πῶς μετὰ σφοδρῶν ἐλέγχων ποιεῖται τὴν πρόῤῥησιν. Πέντε γὰρ, φησὶν, ἄνδρας ἔσχες· καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ πολὺν περὶ προφητείας ποιεῖται λόγον, πρὸς τὴν τῶν εἰδώλων δόξαν ἱστάμενος. Ἀπαγγειλάτωσαν γὰρ 59.122 ὑμῖν τί μέλλει ἐφ' ὑμᾶς ἔρχεσθαι· καὶ πάλιν· Ἀπήγγειλα καὶ ἔσωσα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· καὶ δι' ὅλης τοῦτο τῆς προφητείας εἰς μέσον ἄγει. Τοῦτο γὰρ μάλιστα ἔργον Θεοῦ, ὅπερ οὐδὲ μιμήσασθαι δύναιντ' ἂν οἱ δαίμονες, κἂν σφόδρα φιλονεικῶσιν. Ἐπὶ μὲν γὰρ τῶν θαυμάτων καὶ φαντασία γένοιτο ἄν· τὸ δὲ τὰ μέλλοντα προειπεῖν μετὰ ἀκριβείας, τῆς ἀκηράτου φύσεως ἐκείνης μόνης ἐστίν. Εἰ δέ που καὶ δαίμονες τοῦτο πεποιήκασιν, ἀλλ' ἀπατῶντες τοὺς ἀνοητοτέρους· ὅθεν καὶ εὐφώρατα αὐτῶν πανταχοῦ τὰ μαντεῖα. Ὁ δὲ Πέτρος οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται· οὐδέπω γὰρ οὐδὲν ᾔδει σαφῶς, ἀλλὰ τέως ἐμάνθανεν. Ὅρα δὲ οὐδὲ ὁλόκληρον τὴν πρόῤῥησιν κειμένην. Οὐ γὰρ εἶπεν, Ἐγώ σε μετονομάσω Πέτρον, καὶ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ ταύτῃ, ἀλλὰ, Σὺ κληθήσῃ Κηφᾶς. Ἐκεῖνο γὰρ αὐθεντίας ἦν καὶ ἐξουσίας μείζονος. Ὁ δὲ Χριστὸς οὐκ εὐθέως οὐδὲ ἐξ ἀρχῆς τὰ τῆς ἐξουσίας ἐπιδείκνυται πάντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται. Ὅτε γοῦν ἔδωκε τῆς αὐτοῦ θεότητος ἀπόδειξιν, λοιπὸν αὐθεντικώτερον αὐτὸ τίθησι, λέγων· Μακάριος εἶ, Σίμων, ὅτι ὁ Πατήρ μου ἀπεκάλυψέ σοι· καὶ πάλιν· Κἀγώ σοι λέγω· σὺ εἶ Πέτρος, καὶ ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Τοῦτον μὲν οὖν οὕτως ὠνόμασε· τοὺς δὲ περὶ Ἰάκωβον, υἱοὺς βροντῆς. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; ∆εικνὺς ὅτι αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δεδωκὼς, καὶ τὰ ὀνόματα μεταῤῥυθμίζων, ὁ τὸν Ἄβραμ, Ἀβραὰμ καλέσας, καὶ τὴν Σάραν Σάῤῥαν· καὶ τὸν Ἰακὼβ Ἰσραήλ. Πολλοῖς μὲν καὶ ἐκ γενετῆς τὰ ὀνόματα ἔθηκεν, ὡς τῷ Ἰσαὰκ, ὡς τῷ Σαμψὼν, ὡς τοῖς ἐν τῷ Ἡσαΐᾳ καὶ Ὠσηέ· τοῖς δὲ μετὰ τὴν παρὰ τῶν γονέων προσηγορίαν, ὡς τοῖς τε εἰρημένοις, καὶ τῷ Ἰησοῦ τοῦ Ναυή. Ἔθος δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἦν, ἀπὸ τῶν πραγμάτων τὰ ὀνόματα τίθεσθαι, ὅπερ δήπου καὶ Ἠλίας πεποίηκε, Τοῦτο δὲ οὐχ ἁπλῶς γίνεται, ἀλλ' ἵνα τὴν προσηγορίαν ἔχωσιν ὑπόμνημα τῆς εὐεργεσίας τοῦ Θεοῦ, ἵνα μνήμη διηνεκὴς τῆς διὰ τῶν ὀνομάτων προφητείας ἐνηχῆται τοῖς ἀκούουσιν. Οὕτω καὶ τὸν Ἰωάννην ἄνωθεν ἐκάλεσεν. Οἷς μὲν γὰρ ἔμελλεν ἐκ πρώτης ἡλικίας ἡ ἀρετὴ διαλάμπειν, ἐκεῖθεν τὰ ὀνόματα ἐλάμβανον· τοῖς δὲ μετὰ ταῦτα μέλλουσιν ἐπιδιδόναι, μετὰ ταῦτα καὶ ἡ προσηγορία ἐτίθετο. γʹ.