78
παρέχοντα, ὡς μὴ ζητῆσαί ποτε αρτους τὸ τοῦ δικαίου σπέρμα τουτέστιν τοὺς κατὰ διδασκαλίαν γεγενημένους. ολην γοῦν τὴν ζωὴν ἑαυτοῦ κατάστασιν ουσαν ἀκριβῆ τε καὶ δεδοκιμασμένην ἐγνωσμένην πᾶσιν ἐργάζεται· καὶ ουτως ολην τὴν ἡμέραν ἐλεεῖ κοινωνικὸς ων, καὶ δανείζει ητοι μαθήματα θεῖα τοῖς ἀκροωμένοις η θεῷ κατὰ τὸ ̓Ελεῶν πτωχὸν θεῷ δανείζει, ἐπὶ τῷ κερδῆσαι τόκους σωτηριώδεις ωστε καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ειναι πάσῃ εὐλογίᾳ πνευματικῇ. 368 Ps 36,30 ̔Ο δίκαιος πᾶσαν τὴν ἠθικὴν κατορθώσας ἀρετὴν ηλθεν ἐπὶ θεωρίαν διὸ καὶ ὁ λόγος αὐτοῦ τροπικῶς στόμα καλούμενος οὐκ αλλο τι η τὴν ἐν τῷ θεωρεῖν σοφίαν μελετᾷ. εἰς τοῦτο παραλήψῃ τὸ ∆ιήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ αφρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἡ γλῶσσα δὲ τοῦ δικαίου οὐκ ἀνεξετάστως οὐδ' ὡς ετυχεν φθέγγεται. κρίνας γὰρ καὶ ἐξετάσας διαφορὰν λεκτέων καὶ οὐ λεκτέων· τὰ μὲν ἐρεῖ, τὰ δὲ ἡσυχάσει. τοιοῦτόν ἐστιν τὸ Χείλη σοφῶν δέδεται αἰσθήσει, τῷ ᾐσθημένως καὶ λέγειν καὶ σιωπᾶν· αἰσθήσει δεσμῷ τῶν χειλέων κέχρηται. 369 Ps 36,31 Ον κατὰ φύσιν εχομεν νόμον ἐν καρδίᾳ καθ' ον διακρίνομεν τὸ ποιητέον καὶ οὐ ποιητέον, οὐκ αλλου ἐστὶν η τοῦ πεποιηκότος ἡμᾶς κατὰ τὴν ἑαυτοῦ εἰκόνα θεοῦ. ἀμέλει οτ' αν σῴζωμεν ἀδιαστρόφους τὰς ἐννοίας τῶν χειρόνων ἀπεχόμενοι, τῶν κρειττόνων ἀντιποιούμεθα. τούτῳ τῷ νόμῳ ἡγεμόνι τῆς ὁδοῦ χρώμενοι ανευ ὑποσκελισμοῦ διαβαίνομεν ἐφ' ο ἐπειγόμεθα τέρμα. ∆υνατὸν δὲ τὸν εὐαγγελικὸν νόμον δηλοῦσθαι διὰ τῆς παρούσης λέξεως. 370 Ps 36,34 Τῷ δικαίῳ ῳ κατανοεῖ ὁ ἁμαρτωλὸς ζητῶν αὐτὸν θανατῶσαι λέγεται· ̔Υπόμεινον τὸν κύριον. εἰ καὶ πολλοὺς εχεις τοὺς φονῶντας κατὰ σοῦ, ἐκ θεοῦ δέχου τὴν σωτηρίαν. ̔Υπόμεινον δὲ αὐτὸν καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, τηρῶν τὰς ἐντολὰς αὐτοῦ. ουτω γὰρ διατεθέντι σοι ἀκολουθήσει τὸ ὑψωθῆναι, ωστε κατακληρονομῆσαι τὴν πολλάκις ηδη εἰρημένην γῆν. Σημειωτέον δὲ οτι ἐν υψει που κεῖσθαι τὴν τῆς εὐαγγελίας λέγει γῆν· οὐ γὰρ ἐπὶ τῷ τὴν ἐν ποσὶν κληρονομῆσαι γῆν ὑψοῦταί τις ἀλλὰ τὴν ανω που ἱδρυμένην. καὶ ἐν ̔Ησαίᾳ γοῦν ̓Αναβιβάσει σε κύριος ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς ειρηται. καὶ ἐν οιῳ δὲ υψει τυγχάνει αὐτὴ ἡ γῆ, σκόπει, ὡς θεοῦ ἀναβιβάζοντος ἐπ' αὐτὴν καὶ ὑψοῦντος, ωστε αὐτὴν κληρονομῆσαι τῷ μὴ οιόν τε ειναί τινα ἑαυτῷ ἐπ' αὐτὴν γενέσθαι. τότε δέ, ωσπερ ἀφ' υψους τὸν τῶν ἁμαρτωλῶν ἐπόψει ολεθρον, παραδιδομένους κολάσει. 371 Ps 36,36 Παρελθών, φησίν, τῇ διανοίᾳ ἐπὶ τὸν μέλλοντα βίον οὐκ εθ' ευρον τὸν ἀσεβῆ, ὡς ζητῆσαι τὸν τόπον αὐτοῦ καὶ μὴ εὑρεῖν. ειρηται δὲ μὴ εὑρίσκεσθαι τοὺς φαύλους μετὰ ταῦτα, οὐ τῆς οὐσίας αὐτῶν ἀφανιζομένης ἀλλὰ τῆς ποιότητος καθ' ην εἰσιν τοιοῦτοι, καὶ περὶ τοῦ μὴ εὑρίσκεσθαι τὸν ἐν τάξει τόπον αὐτῶν προαποδέδεικται. εἰ δὲ περὶ τοῦ σατανᾶ ταῦτα λέγοιτο, ἐπεὶ αρχων τοῦ κόσμου τούτου ειρηται (παρέρχεται δὲ ουτος ὁ κόσμος), ζητήσας τις ἐν τῷ μέλλοντι αἰῶνι τὸν τόπον τούτου τοῦ αρχοντος οὐχ εὑρήσει. εἰ δὲ καὶ ἡ ἁμαρτία τόπος ἐστὶν τοῦ διαβόλου κατὰ τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ, τῆς κακίας ἀφανιζομένης οὐχ εὑρέθη ὁ τόπος τοῦ ἀσεβοῦς. εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι 372 Ps 36,37-40 Εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι, διαφορὰν ἀκακίας καὶ εὐθύτητος ειποι αν τις τοιαύτην· εἰ μὲν ἀκακίᾳ ῃ ἡ τῶν κακῶν ἀπραξία, εὐθύτης ειη ἡ εξις καθ' ην ἀπαθῶς πάντα ἐνεργοῦμεν· εἰ δὲ ἀκακίαν λέγοι τὴν τοῦ ηθους κατόρθωσιν, εὐθύτης ειη ἡ ἀκαμπὴς τῶν δογμάτων τῆς ἀληθείας θεωρία. ἑκατέρως προστάσσει φυλάσσειν ἀκακίαν καὶ ἰδεῖν εὐθύτητα τῷ ειναι ἐγκατάλειμμα εἰς τὸν μέλλοντα βίον τῷ εἰρηνικῷ ἀνθρώπῳ τὴν οὐ καταισχύνουσαν ἐλπίδα, τῶν ἀσεβῶν ἐξολοθρευμένων ἐπὶ τὸ αὐτὸ καὶ αμα κατὰ τὸν τῆς κρίσεως καιρόν. Σωτηρία δὲ τῶν δικαίων γίνεται παρὰ κυρίου ὑπερασπίζοντος αὐτῶν ἐν καιρῷ θλίψεως. τούτῳ συνῳδὸν τὸ ̔Η σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. ὑπάρξει δὲ αὐτοῖς καὶ τὸ βοηθείας παρὰ τοῦ κυρίου τυχεῖν καὶ τὸ ῥυσθῆναι ἐκ πολεμίων, ἀλλὰ καὶ τὸ ἐξαιρεθῆναι ἐκ