78
Ἀλλὰ τότε μὲν διάφορα ἕκαστος ἐλάμβανεν ὀνόματα· νῦν δὲ ἓν πάντες ἔχομεν, τὸ πάντων μεῖζον ἐκεῖνο, τὸ Χριστιανοὶ προσαγορεύεσθαι, καὶ υἱοὶ τοῦ Θεοῦ, καὶ φίλοι καὶ σῶμα. Ἱκανὴ γὰρ αὕτη ἡ προσηγορία πασῶν μᾶλλον ἐκείνων ἡμᾶς διαναστῆσαι, καὶ ποιῆσαι προθυμοτέρους πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Μὴ τοίνυν ἀνάξια πράττωμεν τῆς κατὰ τὴν προσηγορίαν τιμῆς, ἐννοήσαντες τὴν ὑπερβολὴν τῆς ἀξίας οἳ τοῦ Χριστοῦ καλούμεθα. Οὕτω γὰρ ἡμᾶς Παῦλος ὠνόμασεν. Ἐννοήσωμεν καὶ αἰδεσθῶμεν τῆς προσηγορίας τὸ μέγεθος. Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι· ἡμεῖς οὐ στρατηγοῦ, οὐδὲ ἄρχοντός τινος τῶν ἐπὶ γῆς, οὐκ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν Σεραφὶμ, ἀλλ' αὐτοῦ τοῦ τούτων βασιλέως καλούμενοι ἀπὸ τῆς προσηγορίας, οὐχὶ καὶ τὴν ψυχὴν αὐτὴν προησόμεθα, 59.123 ὥστε μὴ ὑβρίσαι τὸν τιμήσαντα. Οὐκ ἴστε τὰ τάγματα τὰ βασιλικὰ τῶν ἀσπιδηφόρων καὶ λογχοφόρων τὰ περὶ τὸν βασιλέα, πόσης ἀπολαύει τιμῆς; Οὕτω καὶ ἡμεῖς ἐγγὺς αὐτοῦ γενέσθαι καταξιωθέντες καὶ πολλῷ πλησιαίτερον, καὶ τοσούτῳ ἐγγύτερον τῶν εἰρημένων, ὅσῳ τὸ σῶμα τῇ κεφαλῇ μᾶλλον τούτων πλησίον ἐστὶ, πάντα πράττωμεν δι' ὧν τὸν Χριστὸν μιμησόμεθα. Τί οὖν φησιν ὁ Χριστός; Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο μὲν οὖν ἂν ἀπαιτήσωμεν παρ' ὑμῶν, φορτικὸν ἴσως καὶ ἐπαχθὲς εἶναι δόξει τοῖς πολλοῖς· διὸ τὴν μὲν ἀκρίβειαν ταύτην ἀφίημι, διὰ τὴν ὑμετέραν ἀσθένειαν, ἀξιῶ δὲ μὴ προσηλῶσθαι τοῖς χρήμασιν, ἀλλ' ὥσπερ ἐγὼ τῆς ὑπερβολῆς ἀφίσταμαι τῆς κατὰ τὴν ἀρετὴν διὰ τὴν ἀσθένειαν τὴν τῶν πολλῶν, οὕτω καὶ ὑμᾶς τῆς κατὰ τὴν κακίαν ἀποστῆναι, καὶ πολλῷ πλέον. Οὐκ ἐγκαλῶ τοῖς οἰκίας ἔχουσι, καὶ ἀγροὺς, καὶ χρήματα, καὶ ἀνδράποδα· ἀλλὰ μετὰ ἀσφαλείας ταῦτα κεκτῆσθαι βούλομαι καὶ μετὰ τοῦ πρέποντος. Τί δέ ἐστι, μετὰ τοῦ πρέποντος; Ἐν τάξει δεσποτῶν, καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτῶν, καὶ μὴ κρατεῖσθαι ὑπ' αὐτῶν, ὥστε κεχρῆσθαι αὐτοῖς, καὶ μὴ παρακεχρῆσθαι. Χρήματα διὰ τοῦτο εἴρηται, ἵνα αὐτοῖς εἰς τὰς ἀναγκαίας χρώμεθα διακονίας, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οἰκέτου, δεσπότου δὲ ἐκεῖνο· δούλου, τὸ τηρεῖν, τὸ δὲ ἀναλίσκειν, κυρίου καὶ πολλὴν ἔχοντος τὴν ἐξουσίαν. Οὐ διὰ τοῦτο ἔλαβες, ἵνα αὐτὰ καταχώσῃς, ἀλλ' ἵνα αὐτὰ διανείμῃς. Εἰ δὲ ἐβούλετο αὐτὰ ὁ Θεὸς φυλάττεσθαι, οὐκ ἂν αὐτὰ ἀνθρώποις ἔδωκεν, ἀλλ' εἴασεν ἂν ἐν τῇ γῇ κείμενα 59.124 μένειν. Ἐπειδὴ δὲ βούλεται αὐτὰ δαπανᾶσθαι, διὰ τοῦτο αὐτὰ ἡμᾶς εἴασεν ἔχειν, ἵνα ἀλλήλοις μεταδῶμεν. Ἂν δὲ παρ' ἑαυτοῖς κατέχωμεν, οὐκ ἔτι δεσπόται τούτων ἐσμέν. Εἰ δὲ βούλει αὐτὰ πλείω ποιῆσαι, καὶ διὰ τοῦτο κατέχεις, καὶ ἐνταῦθα αὕτη πασῶν ἀρίστη μέθοδος, τὸ σκορπίσαι καὶ πανταχοῦ διανεῖμαι. Οὐδὲ γὰρ ἔνι γενέσθαι πρόσοδον δαπάνης χωρὶς, οὐδὲ πλοῦτον ἄνευ ἀναλωμάτων. Τοῦτο καὶ ἐν τοῖς βιωτικοῖς γινόμενον ἴδοι τις ἄν. Οὕτως ὁ ἔμπορος, οὕτως ὁ γεωργὸς, ὁ μὲν τὰ σπέρματα, ὁ δὲ τὰ χρήματα ἐκβάλλοντες· καὶ γὰρ θάλασσαν ὁ μὲν πλεῖ τοῦ σκορπίσαι τὰ ἑαυτοῦ, ὁ δὲ ἐνιαυτὸν ὁλόκληρον μοχθεῖ, τὰ σπέρματα καταβάλλων καὶ θεραπεύων. Ἐνταῦθα δὲ οὐδενὸς δεῖ τούτων, οὐ κατασκευάσαι πλοῖον, οὐ ζεῦξαι βοῦς καὶ ἀρόσαι γῆν, οὐκ ἀνωμαλίαν ἀέρων μεριμνᾷν, οὐ χαλάζης καταβολὴν φοβη θῆναι· οὐκ ἔνι κύματα ἐνταῦθα, οὐδὲ σκόπελος· οὗτος ὁ πλοῦς καὶ οὗτος ὁ σπόρος ἑνὸς δεῖται μόνου, τοῦ ῥῖψαι τὰ ὄντα· τὰ δὲ λοιπὰ ἅπαντα ὁ γεωργὸς ἐκεῖνος ποιήσει, περὶ οὗ φησιν ὁ Χριστός· Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἔστιν ἀπονητὶ πάντα λαβεῖν, ὕπτιον εἶναι καὶ ῥᾴθυμον· ἔνθα δὲ πολλοὶ μὲν ἱδρῶτες, πολλοὶ δὲ μόχθοι καὶ φροντίδες, καὶ μετὰ ταῦτα τὸ τῶν ἐλπίδων ἄδηλον, πᾶσαν ἐπιδείκνυσθαι προθυμίαν; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου ἀνοηταίνωμεν πρὸς τὴν οἰκείαν σωτηρίαν, ἀλλὰ τὰ φορτικώτερα ἀφέντες, πρὸς τὰ ῥᾷστα καὶ