79
χειρὸς ἁμαρτωλῶν τουτέστιν πράξεως η δυνάμεων πονηρῶν· διότι Ηλπισαν ἐπ' αὐτόν. ∆ιὸ καὶ ὁ ψαλμὸς ουτος ἐν οἰκείῳ ἀριθμῷ τῶν λεγομένων ἐν αὐτῷ τέτακται. εστιν γὰρ τριακοστὸς εκτος. ουτος δὲ ὁ ἀριθμὸς ὁμοῦ τρίγωνος καὶ τετράγωνός ἐστιν. χρώμενος μὲν ἡ τρίγωνός ἐστιν πλευρὰ τῇ ὀγδοάδι, εστι δὲ ἡ ὀγδοὰς ἀναστάσιμος τοῦ σωτῆρος ἡμέρα. ἡ δὲ τετράγωνος πλευρὰν εχει τὸν εξ οντα ἀριθμὸν τέλειον· ἑξάκις γὰρ τριάκοντα εξ. τρίγωνος δὲ κατὰ τοῦτο· εἰ γὰρ ἀπὸ μονάδος ἑξῆς εως ὀγδοάδος ἀριθμήσεις, οὐκ αλλον τούτου εὑρήσεις ἀριθμόν.
373 Ps 37,2 ̓Εξομολογούμενον πρόσωπον εἰσάγεται ἐν τῷ ψαλμῷ τούτῳ. εἰ
γὰρ πέπρακταί μοι, φησίν, τι τοιοῦτον ἐφ' ῳ αξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ ὀργῆς παιδευθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ διδασκαλίας καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. 374 Ps 37,3a ∆ηλοῖ δέ ποτε ἡ τῶν βελῶν προσηγορία καὶ τὰς κολάσεις, ὡς ἐν τοῖς προάγουσιν ειρηται. φησὶ τοίνυν· ἐπεὶ ἁμαρτίας πεποίηκα αις ἀκολουθεῖ κόλασις, Τὰ βέλη σου ηδη ἐνεπάγησάν μοι. 375 Ps 37,4b ̓Επιφαινομένων τῶν ἁμαρτιῶν μου· δεῖγμα γὰρ τοῦ ετι αὐτὰς παρεῖναι τὸ ὁρᾶσθαι αὐτῶν τὸ πρόσωπον. 376 Ps 37,5-7a Τὰς μὲν ἀνομίας ὑπερηρκέναι τὴν κεφαλὴν ἑαυτοῦ φησιν, ωστε πιέσαι καὶ βαρύναι τὸ ἡγεμονικὸν αὐτοῦ τροπικῶς κεφαλὴν ὀνομαζόμενον, ταύτας δὲ καὶ τρόπον φορτίου βεβαρύνθαι ἐπ' αὐτόν· τῆς γὰρ κακίας φύσει κατωφεροῦς καὶ βαρυτάτης ουσης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν αισθησιν τοῦ βάρους αὐτῆς λαμβάνει, οἰομένου κουφοτάτην αὐτὴν ὑπάρχειν τοῦ σὺν ἡδονῇ ἐνεργοῦντος αὐτήν. οθεν ̓Ιησοῦς τοὺς κοπιῶντας καὶ πεφορτισμένους διὰ μετανοίας ηκειν πρὸς αὐτὸν καλεῖ αἰσθηθέντας τοῦ αχθους τῆς ἁμαρτίας καὶ κοπιάσαντας ἀπ' αὐτοῦ. τοὺς δὲ μώλωπας ους εσχεν ἀπὸ τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν εἰς σῆψιν καὶ δυσωδίαν τετράφθαι φησὶν ἀπὸ προσώπου ης εσχεν ἀφροσύνης· σὺν ἀφροσύνῃ γὰρ οὐχ ἡ τυχοῦσα συνίσταται κακία, ὡς αυ μετὰ φρονήσεως τὰ κατ' ἀρετὴν ἐνεργεῖται. Τὰ δ' ἑξῆς τάχα ουτως ἀναγνωστέον· ἐπεὶ εως τέλους, τουτέστιν διὰ βίου, κατεκάμφθην τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων, ἠκολούθησεν τὸ οἰκτρὸν καὶ ἐλεεινόν με ειναι, ο παρίσταται ἐκ τοῦ ̓Εταλαιπώρησα. 377 Ps 37,7b.8 Ητοι τῶν λογισμῶν μου η τῶν πονηρῶν πνευμάτων· τούτου ενεκα διὰ βίου σκυθρωπάζων ἐπορευόμην, πάσης ἱλαρίας ἀφαιρεθείσης. ἐπειδὴ δὲ φέρονται γραφαί, ων ἡ μὲν Ψύαι μου, ἡ δὲ Αἱ λαγόνες μου ἐπλήσθησαν ἐμπαιγμῶν, ῥητέον οτι, ἐπεὶ περὶ τὰς ψύας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα εἰς παιδοποιΐαν συντείνοντα, ἐμπαιγμῶν ἐμπίπλαται ταῦτα, οτ' αν μὴ εἰς παιδοποιΐαν ἀλλὰ πορνικῶς ἐπιτελῆται. ∆ιὰ τοῦτο γάρ φησιν μηδὲ ιασιν ειναι ἐν τῇ σαρκί μου διὰ τὸ ᾐσθῆσθαι τὴν ψυχήν μου τῶν παρόντων ἐμπαιγμῶν· πάνυ γὰρ ἀσθενεῖ ἡ σὰρξ ῥέουσα καὶ μὴ σωφρονοῦσα, οθεν καὶ ̔Ο πορνεύων εἰς τὸ ιδιον σῶμα ἁμαρτάνει. 378 Ps 37,9b.10 ̓Απὸ βάθους μετανοίας τοὺς ἐπὶ μετανοίᾳ στεναγμοὺς προφέρων, οὐκ ἐξ ἐπιπολῆς καὶ ἐπιπλάστως ὡς οἱ μετανοίας ὑποκριταί· διὸ καὶ θαρρῶν λέγει· Σοί, κύριε, ὡς αρα ἡ ἐπιθυμία τῆς καρδίας μου ἐναντίον σού ἐστιν· πᾶσα μὲν γὰρ φαύλων ορεξις μακράν σου καὶ κέκρυπταί σε, ἡ δὲ τῆς ἐμῆς καρδίας τῷ μετελθεῖν ἐκ κακίας εἰς ἀρετὴν γνησίαν μετάνοιαν ποθοῦσα ἀγαθὴν ἐπιθυμίαν εχει, ητις ἐν οψεσιν οὐ τυγχάνει. ∆ύναται καὶ περὶ τῆς φαύλης ἐπιθυμίας λέγειν· ἐπεὶ ἡ ἐγκειμένη μοι πονηρὰ ορεξις οὐκ ελαθέν σε, περὶ ταύτης ἐξομολογούμενος στενάζω, ὡς τὸν στεναγμὸν τὸν περὶ αὐτὸν εὐπαρρησίαστον οντα μὴ κεκρύφθαι ἀπὸ σοῦ· ἐπαινετὸν γὰρ τὸ ἐπὶ φαύλοις στένειν. 379 Ps 37,11-13 Τῆς καρδίας μου τουτέστιν τῆς διανοητικῆς μου δυνάμεως τάραχον ὑπομενούσης, ἡ ἰσχύς μου ἡ κατὰ τὰς κοινὰς ἐννοίας ἐγκατέλιπέν με, ἀλλὰ καὶ ἡ τῶν ἀληθῶν γνῶσις φῶς τῶν ὀφθαλμῶν μου τουτέστιν τοῦ νοῦ τυγχάνουσα