79
κερδαλεώτερα τρέχωμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.123 ΟΜΙΛΙΑ Κʹ. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος
ἀπὸ Βηθ σαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. αʹ. Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί τι πλέον ᾐνίξατο εἰπών· Ὁ ζητῶν εὑρίσκει. Ὅθεν καὶ ἔπεισί μοι λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ' οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ καὶ κήρυξ ἑτέροις γίνεται. ∆ραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην διάνοιαν εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν; Καὶ γὰρ τὸ, Εὑρήκαμεν, ζητούντων πώς ἐστιν ἀεί. Τῇ ἐπαύριον ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. Πρὶν ἢ γὰρ αὐτῷ τινα· κολληθῆναι, οὐδένα καλεῖ. Ποιεῖ δὲ αὐτὸ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν. Εἰ μὲν γὰρ, μηδενὸς αὐτομάτου προσελθόντος, αὐτὸς αὐτοὺς ἐφειλκύσατο, κἂν ἀπεπήδησαν ἴσως· νῦν δὲ ἀφ' ἑαυτῶν ἑλόμενοι τοῦτο, βέβαιοι λοιπὸν ἔμενον. Τὸν δὲ Φίλιππον καλεῖ, μᾶλλον αὐτῷ γνώριμον ὄντα· ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳ 59.124 γεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε. Λαβὼν τοίνυν τοὺς μαθητὰς, ἔρχεται λοιπὸν ἐπὶ τὴν ἄγραν τῶν λοιπῶν, καὶ τὸν Φίλιππον καὶ τὸν Ναθαναὴλ ἐπισπᾶται. Ἀλλ' ἐπὶ μὲν τούτου οὐκ ἦν οὕτω θαυμαστὸν, ὅτι καὶ ἡ ἀκοὴ τοῦ Ἰησοῦ ἀπεληλύθει εἰς τὴν Συρίαν ἅπασαν· τὸ δὲ θαυμαστὸν, τὸ τῶν περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Φίλιππον ἦν, οὐχ ὅτι μόνον πρὸ τῶν σημείων ἐπείσθησαν, ἀλλ' ὅτι καὶ ἐκ τῆς Γαλιλαίας ὄντες, ὅθεν οὐδὲ προφήτης ἐγείρεται, οὐδὲ δύναταί τι ἀγαθὸν εἶναι. Ἀγροικότερον γάρ πως καὶ ἀγριώτερον καὶ παχύτερον οὗτοι διέκειντο. Ὁ δὲ Χριστὸς κἀντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἐνέφηνεν, ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν γῆς τοὺς τῶν μαθητῶν ἐκκρίτους ἐκλέγων. Εἰκὸς μὲν οὖν τὸν Φίλιππον καὶ τοὺς περὶ Πέτρον ἰδόντα, καὶ παρὰ τοῦ Ἰωάννου ἀκηκοότα, ἀκολουθῆσαι· εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ. Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους. Ὁ δὲ εὐαγγελιστὴς ἅπαντα ἐπιτέμνεται ταῦτα. Ὅτι μὲν οὖν ὁ Χριστὸς ἔμελλεν ἥξειν, ἠπίστατο· ὅτι δὲ οὗτος ὁ Χριστὸς ἦν ἠγνόει· ὅπερ αὐτὸν ἢ παρὰ Πέτρου, ἢ παρὰ Ἰωάννου ἀκηκοέναι φημί. Λέγει δὲ καὶ τὴν κώμην αὐτοῦ ὁ Ἰωάννης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶν 59.125 προφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν. Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον. Εἰ δὲ υἱὸν Ἰωσὴφ αὐτὸν λέγει, μὴ θορυβηθῇς· ἔτι γὰρ τούτου παῖς ἐνομίζετο εἶναι. Καὶ πόθεν δῆλον, ὦ Φίλιππε, ὅτι οὗτος ἐκεῖνός ἐστι; τί λέγεις ἡμῖν τεκμήριον; Οὐ γὰρ ἀρκεῖ μόνον τὸ ἀποφήνασθαι. Ποῖον σημεῖον εἶδες; ποῖον θαῦμα; Οὐκ ἔστιν ἀκίνδυνον πιστεύειν ἁπλῶς ὑπὲρ τοιούτων πραγμάτων. Ποίαν οὖν ἔχεις ἀπόδειξιν; Τὴν αὐτὴν τῷ Ἀνδρέᾳ, φησί. Καὶ γὰρ ἐκεῖνος παραστῆσαι