1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

80

οὐκ εστιν μετ' ἐμοῦ· διατεθεὶς γὰρ κατὰ τὰ αλογα οὐδ' ἐννοεῖσθαι φωτεινῶς η ἰσχυρῶς διανοεῖσθαι δυνήσομαι. ∆ύναται καὶ ἰσχὺς ειναι τοῦ ταῦτα λέγοντος καὶ φῶς ὀφθαλμῶν αὐτοῦ ὁ ὀρθὸς λόγος καθ' ον ἐστιν λογικός. ουτος ουν ἐγκατέλιπεν αὐτόν, καὶ οὐκέτι ειναι μετ' αὐτοῦ δοκεῖ, ταραχθείσης αὐτοῦ τῆς καρδίας ἰσχύος ὀνομαζομένης κατὰ τὴν τῶν πρακτικῶν ὑφήγησιν, φῶς δὲ ὀφθαλμῶν κατὰ τὸ φωτίζειν τῇ σαφηνείᾳ τῶν ὁρώντων. Καὶ ους δὲ ειχον, φησίν, φίλους καὶ πλησίον φιληδόνως ζῶν, τούτους πολεμικῶς ἀνθισταμένους καὶ πολεμίους εσχον ῥέψας ἐπὶ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῆσαι. ουτοι δὲ καὶ Εγγιστά μου πρότερον οντες σχέσει καὶ διαθέσει ἀπὸ μακρόθεν πολεμίων τρόπαιον εστησαν. ̔Ρητέον δὲ καὶ ουτως· οτ' αν τις περιστάσεσι περιπέσῃ, ἐγκαταλείπεται ὑπὸ πάντων τῶν πρότερον ἐγγιζόντων καὶ φίλων καὶ πλησίον οντων, ὡς εσθ' οτε καὶ κατηγορεῖν τὸν πάλαι ποθούμενον. τούτων εἰκόνας ευροις ἐν τῷ ̓Ιώβ. Καὶ οἱ βλαπτικῶς δὲ καὶ φιλονείκως ἐκζητεῖν τὴν ψυχήν μου προελόμενοι καὶ βίᾳ περιβαλεῖν με ἠθέλησαν, ἀναγκαστικοῖς λόγοις ὡς δῆθεν ἀποδεικτικοῖς ὑπαγαγεῖν με νομίζοντες· ἀλλὰ τὰ πρὸ τούτων λεγόμενα ἐπὶ ἐκζητήσει τῶν κακῶν οις ὑποβάλλειν με εσπευδον ωφθησάν μοι ματαιότης. ηκουον γὰρ οὐχ ὡς ἀποδείξεως ἀλλ' ὡς ματαίας καὶ ἀπατηλῆς σοφιστείας. ματαιότητα δὲ δι' ων σοφίζονται φθεγγόμενοι δι' ολης ἡμέρας, τουτέστι διὰ βίου, δολιότητα μελετῶσιν ουτε ἀποδείξεις τότε τοῖς πράγμασιν ἐπιφέροντες ἀλλὰ καὶ σοφιστικῶς συναρπάζειν κρίναντες. 380 Ps 37,14.15 ̔Ο κρίνας φυλάττειν τὸ Οὐ παραδέξῃ ἀκοὴν ματαίαν πρὸς τοὺς δολίους καὶ ἀπατηλοὺς λόγους κεκώφωται οὐδ' αισθησιν αὐτῶν τὴν ἐξ ἀκοῆς εχειν βουλόμενος· πολλῷ δὲ πλέον ἀλάλου δίκην οὐδ' ἀποκρίνεσθαι πρὸς τοὺς τοιούτους λόγους η ἐλέγχειν αὐτοὺς βουληθείη· ειρηται γὰρ ἐν αλλοις ἠλιθίου ειναι τὸ ἐξελέγχειν τοὺς λίαν εὐήθεις λόγους. ̓Εγενόμην ουν, φησίν, πρὸς τοὺς τοιούτους ἀνθρώπους ὡς οὐκ ἀκούων οὐδ' εχων ἐν στόματί μου ἐλεγμούς· κίνδυνον γὰρ εχει πολλάκις τὸ δυσφήμων λόγων ἀκούειν καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. διὸ μακάριον κεκωφῶσθαι πρὸς τὰ τοιαῦτα καὶ νομίζεσθαι μὴ οιόν τε ειναι αὐτὰ ἐλέγχειν. 381 Ps 37,16 ̓Επεὶ πάντων τῶν αλλων καταφρονήσας ηλπισα ἐπὶ μόνῳ σοί, ω κύριε, τυγχάνων μου καὶ θεὸς Σὺ εἰσακούσῃ, ῳ εὐξάμενος ειπον ἀρξάμενος ἀπὸ τοῦ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. πολλάκις γὰρ οἱ συνόντες μοι, οτε ἡμάρτανον, ἀλητήριοι δαίμονες ὀνειδίζουσι τὰ προπεπραγμένα εἰς μέσον φέροντες, ὡς διὰ τούτου ἐμποδίσαι τὴν μετάνοιάν μου πειρώμενοι καὶ ἀπόγνωσιν σωτηρίας ἐμποιῆσαι. ἐγὼ γοῦν πρὸς ους ὑποβάλλουσι τοιούτους λογισμοὺς κωφὸς καὶ οὐκ ἀκούων γεγένημαι οὐδ' ἐλέγξαι αὐτοὺς βουλόμενος, οπως μὴ περὶ τοῦτο καταγινόμενος ἐκλύσω τὴν σύντονον περὶ τὴν μετάνοιαν προθυμίαν. ἐπεὶ ουν ἐλπίζων, ω κύριε, θαρρῶ εἰσακουσθήσεσθαι. ἐμαυτῷ γὰρ ἀμῦναι δυνάμενος ἐπέχω τὴν αμυναν, γινώσκων τὸ Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, καὶ τὸ ̓Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 382 Ps 37,18 Ετοιμος καὶ εὐτρεπὴς πρὸς τὰς ἐξ αἰσθήσεως μάστιγάς εἰμι. ἀμέλει γοῦν καὶ ἡ ἀλγεδών μου, καθ' ην ἀλγῶ ἐπὶ τοῖς προπεπραγμένοις, ἐνώπιόν μού ἐστιν τιτρώσκουσα καὶ μαστίζουσά με. ∆ύναται δὲ καὶ ουτως· ἐπεὶ ἡ ἀλγηδών μού ἐστιν, ἀλγοῦντός μου ἐφ' οις εδρασα κακοῖς καν διὰ μαστίγων δέοι ἐκτὸς τῶν ἁμαρτημάτων γενέσθαι, ετοιμός εἰμι πρὸς ταύτας, τουτέστι προθύμως εχω περὶ ἐπιστροφῆς τυφθῆναι. Ps 37,18b ̔Η πρὸς ἡμᾶς δηλονότι συμπάθεια ης ενεκα τοῦ οἰκείου πάθους εχει διὰ παντὸς τὴν ἀνάμνησιν· ̓Αφ' ων γὰρ πέπονθεν, ὁ Παῦλός φησιν, αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι. 383 Ps 37,19 ̔Ως κατὰ τὸν νόμον ὁ ἁμαρτίαν εχων ὑπὲρ ης δεῖ θυσίαν προσαγαγεῖν ἐφρόντιζεν τῶν ὑπὲρ αὐτῆς προσφερομένων, ουτως ἐστὶ μεριμνᾶν