81
ὑπὲρ τῆς ἁμαρτίας ἑαυτοῦ τινα σπεύδοντα κατορθοῦν μετανοίας εργα. 384 Ps 37,20a ̓Εμοῦ μεριμνοῦντος ὑπὲρ τῆς ἁμαρτίας μου, οἱ διὰ τὸ μετανενοηκέναι με ἐχθραίνοντές μοι ζῶσιν κατὰ τὴν φαύλην ζωήν, ἰσχύοντες καὶ κραταιοὶ οντες ὑπὲρ ἐμὲ τῷ ἐμὲ ἠσθενηκέναι κατὰ ταύτην τὴν ζωήν. 385 Ps 37,22 Εἰ κἀκεῖνοι ἀπέρριψάν με ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα· σοῦ γὰρ παρόντος ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. 386 Ps 37,23 ̓Επεὶ ἐχθρῶν περιεστηκότων ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων βοηθείας δέομαι, οὐκ αλλοθεν βοήθειαν ἀπαιτῶ η παρὰ σοῦ, κύριε· σὺ γὰρ καὶ θεὸς τῆς σωτηρίας μου τυγχάνεις, σωτηρίας δὲ θεὸς ὁ ταύτης αιτιος.
387 Ps 38,1 ̔Ο βασιλεὺς ∆αυὶδ τὴν κιβωτὸν τοῦ θεοῦ ἀγαγὼν εἰς ̔Ιερουσαλὴμ
ὑμνῳδούς τινας ανδρας ἱεροὺς εταξεν ἐπ' αὐτῆς τῆς λειτουργίας τε καὶ τάξεως, ωστε τοὺς υμνους τοῦ θεοῦ ᾳδειν. εις ουν ην τούτων καὶ ὁ ̓Ιδιθούμ, ὡς ἐν τῷ καταλόγῳ καὶ τῇ ἐξαριθμήσει τῶν προειρημένων ᾠδῶν ἐν ταῖς Παραλειπομέναις φέρεταί τι τοιοῦτον. τὸν ουν προκείμενον ψαλμὸν αὐτὸς ὑπὲρ τοῦ ∆αυὶδ ποιήσας ῃσεν, η ὑπὸ τοῦ ∆αυὶδ γενόμενον αὐτὸν παραλαβὼν ἀπήγγειλεν. Εστιν δὲ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐκ μετανοίας εἰς ἀρετὴν εἰσαγόμενον πρόσωπον τὸ ἀπαγγέλλον. 388 Ps 38,2ab ̓Επεὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, ὁ φυλάξαι προθέμενος τὰς διὰ τῶν πράξεων ὁδοὺς αὐτοῦ πρὸς ἑαυτὸν συνθήκας τίθεται, οπως μὴ ἁμάρτῃ τῇ γλώττῃ. εἰ γὰρ τὸ ἀναμάρτητον περὶ τὸν λόγον αὐτῷ τηρηθείη, ἀκολουθήσει τὸ καθαρεῦσαι ἀπὸ τῶν κατ' ἐνέργειαν ἁμαρτημάτων· ̓Εκ γὰρ τῶν λόγων σου, φησίν, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· καὶ ̓Αμὴν λέγω ὑμῖν· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. 389 Ps 38,2c.3 Μετὰ τοῦ αρθρου ὁ ἁμαρτωλὸς καὶ ἐνταῦθα διάβολος η καὶ ὁ παρὼν τῷ ἀνθρώπῳ πονηρὸς αγγελος λέγεται. Οτ' αν ουν τις πρὸς ἑαυτὸν ειπῃ τὰς ὁδοὺς φυλάξαι ἑαυτοῦ τοῦ μὴ ἁμαρτεῖν ἐν γλώσσῃ καὶ θῆται φυλακὴν τῷ στόματι ἑαυτοῦ, τὸ τηνικαῦτα συνιστάμενος ὁ ἁμαρτωλὸς ἀντιπαρατεταγμένως ἐναντίον τοῦ μετανοοῦντος ὑπομιμνήσκει τὰ πρότερα, ἐπ' ὀνειδισμῷ εἰς μέσον αὐτὰ φέρων η γαργαλίσαι διὰ τῆς ὑπομνήσεως θέλων, οπως κατασπάσῃ εἰς τὴν προτέραν ἁμαρτίαν τὸν ἀποστάντα αὐτῆς. ουτω γοῦν, φησίν, συστάντος τοῦ ἁμαρτωλοῦ καὶ ἐνώπιόν μου, κωφωθεὶς πρὸς τοὺς λόγους ἐσίγησα ἀφ' ων ἠρξάμην λέγειν ἀγαθῶν· ἀρξάμενος γὰρ ημην περὶ ἀναμαρτησίας λέγειν· η ἐξ ἀγαθῶν δογμάτων διειληφὼς οτι οὐ δεῖ ἀποκρίνεσθαι πρὸς ἐρεθίζοντας λόγους, ἐσίγησα μηδὲν πρὸς αὐτοὺς φθεγξάμενος, οπως, ἐκείνου λέγοντος τὰ προειρημένα, μὴ τὸ αλγημα, ο ἐξ αἰσθήσεως εσχον οτε τῶν ἁμαρτημάτων ἀπηλλατόμην, ἀνανεούμενον καὶ ἀνακαινιζόμενον γεγένηται, ἀλγήσας πάλιν ἐφ' οις ὠνείδισε λέγων τὰ πεπραγμένα μοι. 390 Ps 38,4ab ̓Εκ τῶν λόγων τοῦ συστάντος κατενώπιόν μου ἁμαρτωλοῦ ἐθερμάνθη διαπυρωθεῖσα ἡ καρδία μου. ἐπεὶ δὲ μηδὲν ἐφθεγξάμην ἐκ τῶν τοιούτων λογισμῶν ἐντός μου, ἡ θέρμανσις ἐφυλάχθη καὶ ̓Εν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ὁ μὴ ἐκλύτως ἀλλὰ σπουδαίως καὶ διαπύρως μελετῶν τὰ θεῖα ἐρεῖ τὸν προκείμενον στίχον, ἐξαπτομένου πυρὸς ἐκ τῆς τοιαύτης μελέτης διεσθίοντος τὴν προϋπάρχουσαν μοχθηρὰν εξιν. 391 Ps 38,4c Πρὸς μὲν τὸν ἁμαρτωλόν φησιν· ̓Εκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα· πρὸς δὲ τὸν θεόν· ̓Ελάλησα ἐν γλώσσῃ μου. ὁ ἀπὸ γνησίου πόθου καὶ φρονήματος προφέρων λόγους ἐν γλώσσῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ δολερῶς φθεγγομένου γλώσσῃ ἀλλοτρίᾳ λαλοῦντος. καὶ ετι ἐπεὶ εχομεν καὶ ἐν τῷ εσω ἀνθρώπῳ γλῶσσαν, κυρίως ἡμῶν αυτη γλῶσσά ἐστιν, καθ' ην ἀπὸ διαθέσεως εστιν λαλεῖν. 392 Ps 38,5 ̓Επεὶ ἀρξάμενος τοῦ ζῆν κατὰ τὴν ἀνθρωπίνην ζωὴν καὶ τέλος αὐτῆς προσδοκῶ, αδηλον δέ μοι τοῦτο, σύ μοι γνώρισον τὸ πέρας