81
τι σαφὲς μαθεῖν. Αὐτὸς μὲν οὖν ὡς ἄνθρωπος ἐξήταζεν ἔτι· ὁ δὲ Ἰησοῦς ὡς Θεὸς ἀπεκρίνατο. Καὶ γὰρ εἶπεν, ὅτι Ἄνωθέν σε οἶδα· καὶ τῶν τρόπων αὐτοῦ τὴν ἐπιείκειαν, οὐχ ὡς ἄνθρωπος αὐτῷ παρηκολουθηκὼς, ἀλλ' ἄνωθεν ὡς Θεὸς ἔγνω· καὶ, Νῦν εἶδόν σε ἐν τῇ συκῇ, ὅτε οὐδεὶς αὐτόθι παρῆν, ἀλλὰ μόνος Φίλιππος ἦν καὶ Ναθαναὴλ, καὶ κατ' ἰδίαν ἅπαντα ταῦτα εἶπον. ∆ιὰ δὴ τοῦτο εἴρηται, ὅτι Ἰδὼν αὐτὸν πόῤῥωθεν, εἶπεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης· ἵνα μάθῃ ὅτι πρὶν ἢ πλησιάσαι τὸν Φίλιππον ταῦτα ἐφθέγγετο ὁ Χριστὸς, ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν. ∆ιὸ καὶ τὸν καιρὸν εἶπε, καὶ τὸν τόπον, καὶ τὸ δένδρον. Εἰ μὲν γὰρ εἶπε μόνον, Πρὸ τοῦ Φίλιππον ἐλθεῖν πρὸς σὲ, εἶδόν σε, κἂν ὑπωπτεύθη, ὡς αὐτὸς αὐτὸν ἀπεσταλκὼς, καὶ οὐδὲν μέγα λέγων· νῦν δὲ τῷ τὸν τόπον εἰπεῖν, καθ' ὃν διέτριβε φωνούμενος παρὰ τοῦ Φιλίππου, καὶ τοῦ δένδρου τὴν προσηγορίαν, καὶ τῆς διαλέξεως τὸν καιρὸν, ἀναμφισβήτητον τὴν πρόῤῥησιν ἔδειξεν οὖσαν. Οὐ τὴν πρόῤῥησιν δὲ μόνον ἐδήλωσεν, ἀλλὰ καὶ ἑτέρως αὐτὸν ἐπαίδευσεν. Εἰς ὑπόμνησιν γὰρ αὐτὸν ἤγαγε τῶν τότε λεχθέντων, οἷον, ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐφ' ᾧ καὶ μάλιστα μειζόνως αὐτὸν ἀπεδέξατο· καὶ ὅτι ταῦτα αὐτοῦ φθεγξαμένου, οὐ κατέγνω, ἀλλ' ἐπῄνεσε καὶ ἐθαύμασε. ∆ιὸ καὶ ἐκ τούτου συνεῖδεν, ὅτι ὁ Χριστὸς ὄντως ἐστὶν, ἀπό τε τῆς προῤῥήσεως, ἀπό τε τοῦ τὴν γνώμην ἐξετάσαι μετὰ ἀκριβείας αὐτοῦ· ὅπερ δεικνύντος ἦν, ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ἠπίστατο· ἄλλως τε καὶ τὸ καθ' ἑαυτοῦ δόξαντα λέγειν, μὴ μέμψασθαι, ἀλλὰ καὶ ἐπαινέσαι. Ὅτι μὲν οὖν ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, εἶπε· τί δὲ αὐτῷ διελέχθη, καὶ τί οὗτος ἐκείνῳ, παρῆκεν, ἀφεὶς αὐτοῦ τῷ συνειδότι, καὶ οὐ βουλόμενος αὐτὸν ἐπὶ πλέον ἐλέγχειν. 59.127 γʹ. Τί οὖν; πρὶν ἢ τὸν Φίλιππον φωνῆσαι εἶδεν αὐτὸν μόνον, οὐχὶ δὲ καὶ πρὸ τούτου ἑώρα τῷ ἀκοιμήτῳ ὄμματι; Ἑώρα, καὶ οὐδεὶς ἂν ἀντείποι· ἀλλὰ τέως τοῦτο τὸ κατεπεῖγον ἦν εἰπεῖν. Τί οὖν ἐκεῖνος; Ἐπειδὴ τεκμήριον ἀναμφισβήτητον ἔλαβε τῆς προγνώσεως, ἦλθεν ἐπὶ τὴν ὁμολογίαν, καὶ τῇ ἀναβολῇ τῇ προτέρᾳ τὴν ἀκρίβειαν δηλῶν, καὶ τῇ μετὰ ταῦτα συγκαταθέσει τὴν εὐγνωμοσύνην. Ἀπεκρίθη γὰρ, φησὶ, καὶ λέγει αὐτῷ Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· Εἶδες ψυχὴν περιχαρῆ γενομένην ἀθρόον, καὶ τοῖς ῥήμασι περιπτυσσομένην τὸν Ἰησοῦν; Σὺ εἶ, φησὶν, ὁ προσδοκώμενος, ἐκεῖνος ὁ ζητούμενος. Εἶδες ἐκπληττόμενον, θαυμάζοντα, σκιρτῶντα, πηδῶντα ὑπὸ τῆς ἡδονῆς; Οὕτω καὶ ἡμᾶς χαίρειν δεῖ, καταξιωθέντας μαθεῖν τοῦ Θεοῦ τὸν Υἱόν· χαίρειν δὲ, οὐ κατὰ διάνοιαν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν τοῦτο δεικνύναι. Τί δὲ τῶν χαιρόντων ἐστί; Πείθεσθαι τῷ γνωρισθέντι. Πειθομένων δέ ἐστι, τὸ ποιεῖν ἅπερ ἂν ἐκεῖνος βούληται. Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν; Οὐχ ὁρᾶτε καὶ ἐν οἰκίαις ὅταν τις τινὰ ὑποδέχηται τῶν ποθουμένων, πῶς μετὰ χαρᾶς πάντα πράττει πανταχοῦ περιτρέχων, καὶ εἰ δέοι πάντα τὰ ὄντα προέσθαι, μηδενὸς φειδόμενος, ὥστε ἀρέσαι τῷ παραγενομένῳ; Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως. Ἐπὶ γὰρ τῶν ἔργων τοῦτο ἐπιδεικνύναι χρή. Οὐκοῦν ἐπεὶ καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς ἦλθε, δείξωμεν ὅτι χαίρομεν, καὶ μηδὲν τῶν παροξυνόντων αὐτὸν πράττωμεν· καλλωπίσωμεν τὴν οἰκίαν εἰς ἣν παρεγένετο· τοῦτο γὰρ χαιρόντων· παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν· 59.128 τοῦτο γὰρ ἀγαλλομένων. Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον; Αὐτός φησιν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Θρέψωμεν αὐτὸν πεινῶντα· ποτίσωμεν διψῶντα· κἂν ψυχροῦ δῷς ποτήριον, δέχεται· φιλεῖ γάρ σε· τὰ δὲ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται. Μόνον σὺ μὴ κατοκνήσῃς· κἂν ὀβολοὺς δύο καταβάλῃς, οὐκ ἀποστρέφεται, ἀλλ' ὡς πολὺν δέχεται πλοῦτον. Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ