1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

82

μου, ινα τὸ πλῆθος τῶν ἐτῶν τῆς μετὰ σαρκὸς ζωῆς μαθὼν καὶ τίνα μοι κατορθοῦσθαι δεῖ γνῶ. τί μὲν πεποίηκα, τί δὲ λείπει μοι πρὸς ἀναπλήρωσιν τελειώσεως; Η καὶ ουτως· ἐπεὶ πᾶς συνετὸς πράσσει καὶ ἐνεργεῖ ἐπὶ τέλει τινὶ ο καὶ σκοπὸς καλεῖται, δεῖ δὲ τούτου γνῶσιν εχειν, ευχεται γνῶναι τί τὸ τέλος καθ' ο ζῆν προτέθειται καὶ τίς ὁ ἀριθμὸς τῶν κατὰ τὰ θεωρήματα τῆς ἀληθείας ἡμερῶν. ουτω γὰρ εισεται τί αὐτῷ ὑστερεῖ πρὸς ἀναπλήρωσιν τοῦ σκοποῦ· ὡσεὶ καὶ ἐπιστήμην τις προθέμενος ἀναλαβεῖν εφασκε τῷ διδασκάλῳ· Τὰ θεωρήματα τῆς ἐπιστήμης δήλωσον πόσα ἐστίν, ινα γνῶ ποῖα εσχον, ποίοις δ' ἀκμὴν ὑστεροῦμαι. 393 Ps 38,6ab ̓Εξ ου εἰς τὸν βίον παρῆλθον, εἰς τὸ ἀγωνίσασθαι ἀνεγράφη, ὡς κατὰ μὲν τὴν ἀρχὴν εχειν τὴν πάλην πρὸς αιμα καὶ σάρκα, ὑπερβὰς δὲ τὸν παῖδα καὶ ἀνὴρ γενόμενος πρὸς ἀρχάς, πρὸς ἐξουσίας κοσμοκράτορας τοῦ σκότους τούτου, ειναί μοι τὸν ἀγῶνα. σημαίνει ουν τὸ Παλαιστὰς ειναι ταὐτὸν τῷ ̓Εν ἀγῶνι εθου τὰς ἡμέρας μου. ∆ύναται δὲ νῦν ̔Υπόστασις ἀντὶ οὐσίας λέγεσθαι, ιν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἡ υπαρξις ἡ ἐμὴ τῇ σῇ παραβαλλομένη οὐδ' ειναί τι δοκεῖ. 394 Ps 38,6 ̔Ετέρα δὲ περιέχει γραφή· Ἰδοὺ παλαιὰς εθου τὰς ἡμέρας μου, οἰκειότητα ἐχούσας πρὸς τὸν παλαιὸν ανθρωπον ον ἐνεδυσάμην. διὸ Καὶ ἡ ὑπόστασίς μου, καθ' ην ὑφιστάμην τὰ πρὸ τῆς πίστεως πράγματα, ὡς οὐδέν ἐστιν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης. πάντα ματαιότητα λέγει τὰ ἐπὶ τῆς γῆς ζῷα, φυτά, καὶ τὰ παραπλήσια. μόνος ὁ ανθρωπος ζῶν ἐστιν παρὰ ταῦτα μετέχων ἀθανάτου ζωῆς. 395 Ps 38,7 ̔Ο ἐν τῷ προκόπτειν διαπορευόμενος εἰκόνος θείας μετέχων τοῦτο ποιεῖ, ων σύμμορφος τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ετι Μέντοιγε πᾶς ανθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, ητοι τῇ τοῦ θεοῦ, τηρῶν τὸ κατ' εἰκόνα, η αλλου τινὸς ζῴου ιππος θηλυμανὴς η αλλο τι αλογον κατὰ τὸ ηθος γινόμενος. καὶ ετι ὁ αἰσθητὸς καὶ φαινόμενος κόσμος εἰκών ἐστιν τοῦ νοητοῦ καὶ ἀοράτου. αὐτεξουσίως ουν διαπορεύεται ὁ ανθρωπος ἐν τούτῳ τῷ κόσμῳ ος ἐστιν εἰκών. εἰπὼν δὲ περὶ τοῦ κοινοῦ ἀνθρώπου τὰ εἰρημένα, περὶ τῶν καθ' εκαστά φησιν ὡς μάτην ταρασσομένων ἐν ταῖς περὶ τὰ θνητὰ σπουδαῖς. περὶ ἑκάστου γοῦν ἐπιφέρει τὸ Θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. ὁ γὰρ θησαυρίζων ἐπὶ γῆς οὐκ οιδεν τίς διαδέχεται τὸν πλοῦτον ὑπὲρ ου αὐτὸς ἐσπούδασεν· ὁ δὲ θησαυρίζων ἐν οὐρανῷ ἑαυτῷ καὶ οὐκ αλλῳ θησαυρίσας οιδεν τίνι, ἐπιστάμενος τὸν πλοῦτον οντα ἀναφαίρετον αὐτοῦ. 396 Ps 38,8b Καν ἡ οὐσία ἀντὶ τῆς ὑποστάσεως λέγηται, καὶ αὐτὴ παρὰ θεοῦ ἐστιν ὡς ἐκ δημιουργοῦ· καν καθὸ ὑφιστάμεθα, καὶ αυτη ἡ ὑπόστασις ἡμῶν παρ' αὐτοῦ ἐστιν ἐνδιδόντος ἡμῖν τὸ ὑφίστασθαι τὰ συμβαίνοντα καν ἐπίπονα ῃ. 397 Ps 38,11 ̓Επεὶ ῥυσθῆναι ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ἀξιώσας τέως τούτου οὐ τετύχηκα, ὀνειδίζει ὁ αφρων ὡς τὸ σὸν ποίημα ὑποχείριον εχων· ̓Απὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλειπον. οτ' αν γὰρ ἡ κολάζουσα χεὶρ ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος καθ' ο τοιοῦτός ἐστιν. 398 Ps 38,12ab Καὶ ἐκ τῆς παρούσης λέξεως μανθάνομεν τὰς λεγομένας μάστιγας τοῦ θεοῦ μὴ αλλας ουσας ἐλέγχων. μετὰ γὰρ τὸ εἰπεῖν ̓Απόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου ἐπενήνεκται τὸ ̓Εν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ειναι αὐτάς· τοῖς γὰρ ὑπὲρ ἀνομίας προσφερομένοις ἐλεγμοῖς παιδεύεται ανθρωπος, ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ τῷ ἀποβαλεῖν πᾶσαν σαρκώδη παχύτητα. τότε γὰρ κατὰ τὴν ἀράχνην ὑφαίνειν δύναται, οὐκ εξωθεν ὑποκειμένην υλην ἀλλ' οικοθεν ταύτην καὶ ἐξ ἑαυτοῦ προφέρων. δύναται καὶ τὸ ἀνυπόστατον τῶν φαύλων τῆς ψυχῆς λογισμῶν δηλοῦν ἡ λέξις, ωσπερ ἐν ̔Ησαίᾳ περὶ τῶν ἁμαρτωλῶν ειρηται ̔Ιστὸν ἀράχνης ὑφαίνουσιν. οταν τὰ εργα τὰ ἀράχνη ἐοικότα ἐκ τῶν ἐλέγχων τῶν ὑπὲρ ἀνομίας ἀφανισθῇ, ἐκτήκεται ὡς ἡ ἀράχνη ἡ ψυχὴ τοῦ ἐλεγχομένου. 399 Ps 38,13.14 ̓Επεὶ οιδεν ετι ἑαυτὸν πολλῶν δεόμενον, παρακαλεῖ ἐνδοθῆναι αὐτῷ ετι ἐνδιατρίψαι ἐν τῷ βίῳ τούτῳ, οπως