1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

83

ἀναψύξῃ κατατρυφήσας ἐν τελείοις ἀγαθοῖς. εἰ γὰρ μὴ ουτως ἀλλ' ετι λείπων ἀπέλθοι, οὐκέτι μὴ ὑπάρξῃ, οὐ τῷ καταστρέφειν εἰς τὸ μὴ ον (ἀθάνατος γὰρ καὶ ἀνώλεθρος ἡ ψυχὴ) ἀλλὰ τῷ μηκέτι ἐν μετοχῇ τοῦ οντος ὑπάρχειν. τοῦτο γὰρ τὸ ἀληθῶς ειναι τυγχάνει, τὸ μετέχειν τοῦ εἰρηκότος· ̓Εγώ εἰμι ὁ ων, λεγομένων μὴ ειναι τῶν ταύτην τὴν μετοχὴν οὐκ ἐχόντων κατὰ τὸ λελεγμένον ἐν εὐχῇ πρὸς τὸν θεόν· Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ουσιν. ταύτης τῆς ὑπάρξεως μετασχεῖν ποθῶν ευχεται καιρὸν αὐτῷ δοθῆναι τοῦ ἀναψύξαι τῇ μετουσίᾳ τοῦ οντος, ιν' ἀληθῶς ὑπάρξῃ.

400 Ps 39,3ab Λάκκον ταλαιπωρίας τὴν εἰδωλολατρίαν καλεῖ, ὡς

ταλαιπωρουμένων τῶν ἐξ αὐτῆς ἀντλούντων· οὐδὲν γὰρ ἀντλοῦσιν τῶν εἰς ζωὴν ἐπιτηδείων, οπερ ̔Ιερεμίας ὀνειδίζων τοὺς ̓Ιουδαίους ελεγεν Ωρυξαν ἑαυτοῖς λάκκουςσυντετριμμένους οι οὐ δυνήσονται υδωρ συνέχειν· Πηλὸν ἰλύος τὰς ἡδονάς, ἐπειδὴ τρὺξ αυτη καὶ φθορὰ σωμάτων καὶ σηπεδόνες τυγχάνουσιν, ὡς ἐξ ἑκατέρου δὲ ὁ Χριστὸς τὰ εθνη διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ τοῦ κηρύγματος εσωσεν. 401 Ps 39,3cδ Οἱ παρὰ τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες λέγουσιν· ὡς αν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στάς, ουτως εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ἡμεῖς δέ φαμεν οτι ὁ τῶν προειρημένων λάκκου καὶ πηλοῦ ἀπαλλαγεὶς ἐπὶ τὴν ἀρραγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς ἀπαγγέλλει τὰ προκείμενα· τῷ γὰρ ουτω στάντι ἐπὶ πέτραν ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ ὑπὸ κυρίου διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ θνητῶν εἰς ἀθάνατα ἀλλὰ καὶ κατὰ πᾶσαν προκοπήν. 402 Ps 39,4ab Οἰκεῖον τῇ καινότητι τοῦ πνεύματος καὶ τάχα Αισμα καινὸν ὁ ἠθικός ἐστιν λόγος, υμνος δὲ ἡ θεολογία. 403 Ps 39,5b Ματαιότητας ἡγητέον λέγειν αὐτὸν τὰς βιωτικὰς σπουδάς, Μανίας δὲ ψευδεῖς τὰς ψευδεῖς διδασκαλίας καὶ ψευδοπροφητείας. σημειωτέον δὲ οτι, ὡς οὐσῶν ἀληθινῶν μανιῶν, προσέθηκεν τὸ Ψευδεῖς ταῖς μανίαις· τάχα γὰρ οἱ προφητικῶς κατεχόμενοι ἀληθῆ εχουσιν μανίαν, οἱ δὲ ψευδομάντεις μανίαν ψευδῆ. 404 Ps 39,6b ∆ιαλογισμοὺς δὲ θεοῦ λέγει τούς, ιν' ουτως ειπω, ἐκλογισμοὺς τῶν κατὰ πρόνοιαν θεοῦ γινομένων. τούτοις ουν, φησίν, τοῖς διαλογισμοῖς σου οὐκ εὑρεθείη τις τῶν γενητῶν ὁμοιούμενος τῷ μηδένα ειναι τὸν γινώσκοντα νοῦν κυρίου. 405 Ps 39,6c Τὰ θαυμάσια καὶ οἱ διαλογισμοί σου· οταν γάρ τις περὶ βάθεός τινος διεξελθεῖν ἐθέλοι, τότε μᾶλλον ἀσαφέστερον εὑρήσει αὐτὸ η πρότερον· Ειπα γὰρ Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο ην, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; 406 Ps 39,7 Τούτους δὲ τοὺς προκειμένους στίχους ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι ἡ Πρὸς ̔Εβραίους ἐπιστολή φησιν φάσκουσα περὶ τοῦ σωτῆρος ∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ τὰ λοιπά. παρέσχεν ουν ἀφορμὴν τοῦ ολον τὸν ψαλμὸν εἰρῆσθαι ὑπ' αὐτοῦ τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς καθ' ον θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ θεός, κατηρτίσατο ἐκ τῆς παρθένου σῶμα τῷ υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας. τοῦ σωτῆρος εἰπόντος τῷ πατρὶ ̓Ιδοὺ ηκω ἐπὶ τὸ θέλημά σου, καθ' ο θέλημα ηρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας, ινα ἀφέσεως γεναμένης μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτιῶν θυσίας. 407 Ps 39,8b.9a Κεφαλίδα βιβλίου πᾶσαν τὴν θεόπνευστον γραφὴν νομικήν τε καὶ προφητικὴν λέγει· ἐν ταύτῃ γὰρ γέγραπται περὶ τῆς δεῦρο φοιτήσεως τοῦ σωτῆρος. ̓Εν κεφαλίδι δὲ ειπεν διὰ τὸ τὴν πᾶσαν εἰς εν ἀνακεφαλαιοῦσθαι. Εστι δὲ τὸ τὸν σωτῆρα ανθρωπον γενέσθαι, οπως ποιῆσαι τὸ θέλημα τοῦ κυρίου βουληθῇ.