83
ὁμολογῆσαι ∆εσπότην. 59.129 Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον, οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ, τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ, τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ πρὸ τούτου δὲ, ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον, ὅτε ἐβόων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον, ὅτε πρὸς τὸν Ἰωσήφ. Ὅπερ δὲ ἐπὶ πολλῶν ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. ∆ύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ. Καὶ γὰρ τῶν λεχθέντων τὰ μὲν τὴν ἀπόδειξιν ἔλαβεν, οἶόν ἐστι, Πρὸ τοῦ Φίλιππον φωνῆσαί σε, ὑπὸ τὴν συκῆν εἶδόν σε· τὰ δὲ ἐκβήσεσθαι ἔμελλε, καὶ ἐκ μέρους ἐξέβη, ἡ τῶν ἀγγέλων κατάβασις καὶ ἀνάβασις, ἡ ἐπὶ τοῦ σταυροῦ, ἡ ἐπὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως· ὃ καὶ αὐτὸ διὰ τῶν εἰρημένων ἀξιόπιστον ποιεῖ καὶ πρὸ τῆς ἐκβάσεως. Ὁ γὰρ ἐπὶ τοῖς παρελθοῦσιν αὐτοῦ τὴν δύναμιν γνοὺς, καὶ περὶ τῶν μελλόντων ἀκούων, εὐκολώτερον καταδέχοιτο ἂν καὶ ταύτην τὴν πρόῤῥησιν. Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. ∆ιὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτὸν, συγχωρῶν κατ' ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα, καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν, ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα, ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Καὶ ἐν τῷ καθεύδειν αὐτὸν, ἐπέρχεται ὁ ἐχθρὸς, καὶ σπείρει ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. Καὶ ἐκλήθη ὁ Ἰησοῦς εἰς τοὺς γάμους. Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Εἶπον καὶ φθάσας, ὅτι ἐν τῇ Γαλιλαίᾳ μᾶλλον γνώριμος ἦν· διὸ καὶ καλοῦσιν αὐτὸν εἰς τὸν γάμον, καὶ παραγίνεται. Οὐδὲ γὰρ πρὸς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας δούλου μορφὴν λαβεῖν, πολλῷ μᾶλλον οὐκ ἂν ἐπηξίωσεν εἰς γάμον ἐλθεῖν δούλων· ὁ τελώναις καὶ ἁμαρτωλοῖς συναναπεσὼν, πολλῷ μᾶλλον οὐκ ἂν παρῃτήσατο τοῖς ἐν τῷ γάμῳ παροῦσι συγκατακλίνεσθαι. Οὐ μὴν οἱ καλέσαντες τὴν προσήκουσαν περὶ αὐτοῦ κρίσιν εἶχον, οὐδ' ὡς μέγαν τινὰ ἐκάλουν, ἀλλ' ἁπλῶς ὡς τῶν πολλῶν ἕνα καὶ ὡς γνώριμον. Καὶ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς εἰπών· Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς ἐκάλεσαν, ἐκάλεσαν καὶ τὸν Ἰησοῦν. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσιν. Ἄξιον ἐνταῦθα ζητῆσαι, πόθεν ἐπῆλθε τῇ μητρὶ μέγα τι φαντασθῆναι περὶ τοῦ παιδός. Οὐδὲ γὰρ σημεῖον ἦν τι πεποιηκώς. Ταύτην γὰρ, φησὶν, ἀρχὴν ἐποίησε τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. βʹ. Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον (εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα)· ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν, ὃ καὶ ἔμπροσθεν εἴπομεν. Ποῖον δὴ τοῦτο; Ὅπερ Ἰωάννης φησίν· Ἐγὼ δὲ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Εἰ δὲ κατὰ τὴν πρώτην ἡλικίαν ἐθαυματούργει, οὐκ ἂν ἐδεήθη 59.130 σαν Ἰσραηλῖται ἑτέρου τοῦ φανερώσοντος αὐτόν. Ὁ γὰρ εἰς ἄνδρας ἐλθὼν, καὶ οὕτως ἀπὸ τῶν θαυμάτων οὐ τοῖς ἐν Ἰουδαίᾳ γνωρισθεὶς μόνον, ἀλλὰ καὶ τοῖς ἐν Συρίᾳ καὶ περαιτέρω, καὶ ταῦτα ἐν τρισὶν ἔτεσι μόνον ταῦτα πεποιηκὼς, μᾶλλον δὲ οὐδὲ τῶν τριῶν τούτων δεηθεὶς εἰς τὸ δεῖξαι ἑαυτόν· εὐθέως γὰρ καὶ ἐκ τῆς πρώτης πανταχοῦ ἡ ἀκοὴ αὐτοῦ ἀπῆλθεν· ὁ τοίνυν ἐν βραχεῖ καιρῷ οὕτω διὰ τοῦ πλήθους τῶν θαυμάτων ἐκλάμψας, ὥστε αὐτοῦ τὸ ὄνομα κατάδηλον γενέσθαι πᾶσι· πολλῷ μᾶλλον εἰ παῖς ὢν ἐκ πρώτης ἡλικίας ἐθαυματούργει, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἔμελλε λήσεσθαι. Τά τε γὰρ γινόμενα παραδοξότερα ἂν ἔδοξεν εἶναι, ἅτε παρὰ μειρακίου γινόμενα, ὅ τε χρόνος διπλασίων καὶ τριπλασίων καὶ πολλῷ πλείων ἦν