84
σημειωτέον δὲ οτι τὸ συντρέχον βούλημα ἐξ αλλου ἑτέρῳ θελήματι παραστατικόν ἐστιν τοῦ ὁμοούσιον ειναι τὴν βουλευτικὴν ὑπόστασιν τῇ τοῦ θέλοντος οὐσίᾳ. 408 Ps 39,9b ̓Εγγράψας αὐτὸν τῷ ἡγεμονικῷ μου. καὶ πᾶς δὲ ὁ κατὰ τὸν πνευματικὸν νόμον ποιωθεὶς εχοι αν τὸν νόμον ἐν τῇ καρδίᾳ τουτέστιν ἐν τῇ εξει τῇ ἑαυτοῦ. 409 Ps 39,10.11a Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη. ἐν ταύτῃ ουν εὐαγγελίζεται δικαιοσύνην τὴν διὰ πίστεως ̓Ιησοῦ συνισταμένην. ταύτην δὲ ἀδιαστάτως καὶ συνεχῶς ἀπαγγέλλων ἐρεῖ· Τὰ χείλη μου οὐ μὴ κωλύσω. αὐτὸς δέ φησιν· Εγνως τὴν δικαιοσύνην μου, ταύτην ἀποδεξάμενος καὶ οἰκειούμενος. 410 Ps 39,11c Πολλὴν συναγωγὴν τὴν ἀπὸ πάντων ἐθνῶν συνηγμένην λέγει, ἐν ῃ τὸν ελεον τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν μετὰ παρρησίας ἀπαγγέλλων φησὶν μὴ κεκρυφέναι αὐτά. καὶ τάχα ελεον μὲν ἀπαγγέλλει δηλῶν τὴν κατ' ελεον γινομένην αφεσιν ἁμαρτιῶν, ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. 411 Ps 39,12.13 ̓Εμοῦ τὰ προειρημένα ποιοῦντος, Σύ, ω κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ, οἰκτείρων τοὺς ὑπ' ἐμοῦ ὠφελουμένους. τὸ γὰρ πλεῖστον τῆς σωτηρίας οὐ τοσοῦτον ἐξ εργων οσον ἐξ ἐλέου θεοῦ παραγίνεται, ἀλλὰ καὶ ἡ ἀλήθεια ἀντιλαμβανομένη φυλάττει μὴ ἁλῶναι ἀπάτῃ η ἑτέρᾳ τινὶ πλάνῃ. αἱ γὰρ ἀνομίαι δίκην πολεμίων διώκουσι τὸν φεύγειν αὐτὰς προελόμενον· ἐὰν ουν καταλάβωσιν, ἐμποδίζεται ἡ ὁρατικὴ τῆς ψυχῆς δύναμις ωστε μὴ δύνασθαι βλέπειν τὸν ἁλόντα. τάχα δὲ ἀνομίαι καταδιώκουσαί εἰσιν αἱ ἐνεργοῦσαι αὐτὰς πονηραὶ δυνάμεις. Καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου· τουτέστιν, τὰ περὶ ἡμᾶς ἀναίσθητα πληθύνεται κακά. τούτων πολλῶν γεγενημένων, στερόμενοι τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. 412 Ps 39,15.16 ̓Επεὶ μονοπρόσωπος ὁ ψαλμὸς ων ἀπὸ Χριστοῦ λέγεται, ῥητέον καὶ πρὸς τοὺς μόνον σῶμα πεφορηκέναι τὸν κύριον λέγοντας χρωμένους τῷ Σῶμα δὲ κατηρτίσω μοι, οτι καὶ ψυχὴν ὁμολογεῖ εχειν, ην ζητοῦσιν ἀνώλεθρον ουσαν ἐξᾶραι οἱ τοῦτο ἐσφαλμένως νομίζοντες, ους καὶ αἰσχυνθῆναι καὶ ἐντραπῆναι ευχεται. Ωσπερ δὲ οἱ σπεύδοντες ἐπὶ τὴν ἀρετὴν ἐντολὴν εχουσιν μὴ στραφῆναι εἰς τὰ ὀπίσω (ὀλέθριον γὰρ τοῦτο), ουτως οἱ πρὸς τὰ κακὰ ἐπειγόμενοι σπευδέτωσαν ἀποστρέφεσθαι εἰς τὰ ὀπίσω ἀθετοῦντες τὴν φαύλην πρόθεσιν· τότε γὰρ καὶ τὸ ἐξ αἰσθήσεως αἰσχυνθῆναι εξουσιν. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Ευγε ευγε. ὁ ἀναμαρτησίαν ἀποδεχόμενος οὐδένα βούλεται γενέσθαι ἐν ἁμαρτίᾳ. εἰ δὲ καὶ πλανηθείη τις, ευχεται, οπως παραχρῆμα αἰσχυνθῇ ἐφ' οις πράττων κακῶς ἀλαζονικῶς λέγει Ευγε ευγε. 413 Ps 39,17.18a Οἱ ἐκζητοῦντες τὸν κύριον τέλος εχουσι τῆς ἐκζητήσεως τοῦ εὑρεῖν αὐτόν· ἐφ' ῳ εὑρεθέντι ἀγαλλιῶνται καὶ εὐφραίνονται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ζητήσας γάρ τις καὶ εὑρὼν τὸν θεὸν καὶ μεγαλυνθῆναι αὐτὸν αὑτῷ βούλεται ἀγαπῶν τὸ σωτήριον τοῦ θεοῦ ητοι τὴν παρ' αὐτοῦ σωτηρίαν η τὸν σωτῆρα λόγον. ἀγαπᾷ δὲ διὰ παντὸς καὶ οὐ πρὸς ὀλίγον. Πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν ἀσθενῶν πτωχὸν καὶ πένητα ὁμολογήσας ἑαυτὸν τῷ θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιρρίπτων τὴν μέριμναν ἐπὶ κύριον ὡς ἐπὶ κηδεμόνα.
414 Ps 40,2b ̔Ημέρα πονηρὰ ἡ τῆς κρίσεως ειναι δύναται ἐν ῃ τὸν ἐλεήσαντα
ἐλεῶν ὁ θεὸς ῥύεται πάσης κολάσεως· τάχα δὲ καὶ πᾶς ὁ ἐνεστηκὼς βίος ἡμέρα ἐστὶν πονηρὰ ἐν ῃ καὶ αὐτῇ ῥύεται κύριος ἀπὸ τῶν περιεστηκότων. 415 Ps 40,2b.3a Νοηθείη δὲ ἡμέρα πονηρὰ καὶ ἡ τῆς κολάσεως. τὸ δὲ Ζῆσαι αὐτόν φησιν τὴν ἀληθινὴν ζωὴν ἐν τῇ γῇ τῶν πραέων. 416 Ps 40,3b.4 Οὐ παραδίδοται δὲ εἰς χεῖρας ἐχθρῶν αὐτοῦ ὁ κωλυόμενος ειναι τοιοῦτος, οιαι αἱ τῶν ἐχθρῶν ψυχαί. Προσθήσει δὲ τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα καὶ τὰ τούτοις ἑξῆς· ̔Ο κύριος βοηθήσει γὰρ