85
αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ καὶ πᾶσαν τὴν κοίτην αὐτοῦ στρέψει ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ, ἀπαλλάττων αὐτὸν τῆς ἀνθρωπίνης ἀρρωστίας χαριζόμενός τε αὐτῷ τὴν τῆς ψυχῆς ὑγείαν, ωστ' εἰ καὶ συμβαίη αὐτῷ κατὰ ψυχὴν ἀρρώστημά τι (ὁποῖα πολλὰ συμβαίνει γίνεσθαι, ωσπερ ουν ὁ ἀπόστολος διδάσκει λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ αρρωστοι) καὶ ταύτην μεταβάλλει τὴν ἀρρωστίαν. καὶ τὰ λοιπὰ δὲ πάντα παρέξει ὁ κύριος τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα. 417 Ps 40,5b ̓Εκ τούτων μανθάνομεν οτι νόσος καὶ τρῶσις ψυχῆς ἁμαρτία. 418 Ps 40,7-9 Τούτους τοὺς στίχους περὶ ̓Ιούδα ἑρμηνεύουσιν. ουτος γὰρ εξω τοῦ σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ηδη γενόμενος. ὁ ̓Ιούδας ἀφ' ου προέθετο προδοῦναι τὸν διδάσκαλον εἰσιὼν προσποιητῶς ὡς αν ετι ἀπόστολος μάτην ἐλάλει ̔Ραββί, καὶ διδάσκαλον προσαγορεύων ̓Ιησοῦν, τῆς καρδίας ἑαυτοῦ ἀνομίαν ἑαυτῷ συναγαγούσης. βαλόντος γὰρ τοῦ διαβόλου εἰς τὴν καρδίαν αὐτοῦ φιλοχρηματίαν, ἐπισυνήγαγε καὶ τὸ προδοῦναι τὸν ̓Ιησοῦν ἀλλὰ καὶ τὸ ἀπάγξασθαι. ουτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν εξω γινόμενος τῆς ̓Ιησοῦ μαθητείας, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ σωτῆρος. καὶ ἐπεὶ λάθρα συνετίθεντο περὶ τῆς δόσεως τῶν τριάκοντα ἀργυρίων, κατ' αὐτοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροὶ αὐτοῦ· τὸ γὰρ ψιθυρίζειν ἀπαρρησίαστον φθέγμα. αὐτοὶ ουν ουτοι οἱ προθέμενοι ψιθυρίζειν κατὰ τοῦ ̓Ιησοῦ λόγον παράνομον κατέθεντο κατ' αὐτοῦ· τὸ γὰρ ἀγοράζειν καὶ πιπράσκειν αιμα ἀθῷον παρανόμου συνθήκης εργον. πρὸς τούτους δὲ ματαιουργοῦντας Τί μάταια σπουδάζετε ειπεν, Η δοκεῖτε οτι ον περιβάλλετε θανάτῳ οὐκ ἀνίσταται; ιστε οτι ὁ κοιμώμενος Προσθήσει τοῦ ἀναστῆναι. προσθήκη γὰρ ἀναιρετικὴ τοῦ θανάτου ἀνάστασις. 419 Ps 40,10 Θαυμαστὸν οὐδέν, ἐρεῖ ὁ σωτήρ, εἰ οἱ ἐχθροί μου κατ' ἐμοῦ κατέθεντο τοιαῦτα· καὶ γὰρ ὁ ανθρωπος τῆς εἰρήνης ὁ εἰρηνεύων μοι καὶ τὴν ὑπὲρ ἐμοῦ εἰρήνην σπουδάζων, ἐφ' ῳ καὶ θαρσῆσαι ἐλπίσαντα ἐπ' αὐτὸν συνέβαινεν, συνέρχεται τοῖς κατ' ἐμοῦ. ὁμοδίαιτός μοι γὰρ τυγχάνων καὶ τῶν αὐτῶν ἁλῶν μεταλαμβάνων, μᾶλλον δὲ τοὺς ἐμοὺς αρτους ἐσθίων ἐπ' ἐμὲ τὴν πτέρναν πολεμίως ἐπῆρεν φάσκων δολερῶς Χαῖρε ῥαββί, καὶ ει τι αλλο πανουργευόμενος ειπεν. σαφῶς τοίνυν ἐνταῦθα περὶ τοῦ ̓Ιούδα φησὶν ἐν τοῖς πρὸ τούτου ἐπικεκαλυμμένως περὶ αὐτοῦ διηγούμενος. 420 Ps 40,11 ∆ιὰ τοῦ ἀντεισᾶξαί μοι ἀντὶ τοῦ ἀποβληθέντος ετερον λαὸν καὶ ἀντὶ ̓Ιούδα Ματθίαν· ἀλλὰ καὶ ̓Ανάστησόν με οπως ἀνταποδώσω αὐτοῖς, τῆς ἀνταποδόσεως πρὸς καλοῦ αὐτοῖς γενησομένης. 421 Ps 40,14 Εὐλογημένος μέν ἐστιν οταν ωσιν οἱ εὐλογοῦντες, εὐλογητὸς δὲ τουτέστιν αξιον τοῦ εὐλογηθῆναι αἰωνίως. εὐλογητοῦ δὲ τοῦ θεοῦ ̓Ισραὴλ οντος, ἐπεύχεται τὸ Γένοιτο γένοιτο, οὐχ οτι ἡ εὐχὴ εὐλογητὸν ποιεῖ τὸν θεόν, ωσπερ οὐδὲ τὸ ονομα τοῦ θεοῦ ἁγιάζει ἡ εὐχὴ τῶν λεγόντων ̔Αγιασθήτω τὸ ονομά σου. ειρηται δὲ περὶ τούτων ἐν τοῖς ἀνωτέροις.
422 Ps 41,1 Τρεῖς δὲ ησαν οἱ υἱοὶ Κορὲ τεταγμένοι μετὰ αλλων εἰς τὸ ᾳδειν
τοὺς θείους ψαλμούς, ους καὶ ᾠδοὺς ἡ γραφὴ καλεῖ, ων καὶ τὰ ὀνόματα φέρεται ἐν Παραλειπομέναις. ουτοι ουν οἱ τρεῖς τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένοι, ἑνωθέντες τῷ περὶ πάντα συμφώνως εχειν, ἑνικῶς τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ προφέρονται πάντα. 423 Ps 41,2a ̔Η ελαφος τὸ ζῷον πολεμίως εχουσα πρὸς τοὺς οφεις καὶ ἐσθίουσα αὐτούς, ει ποτε φαγοῦσα ὑπὸ τοῦ δίψους φλέγοιτο τοῦ ἐγγινομένου ἀπὸ τοῦ ἰοῦ ων εφαγεν ἑρπετῶν, ζητεῖ διὰ σπουδῆς πηγὰς ὑδάτων ἐπὶ τῷ ἀκέσασθαι τὸ δίψος. εἰσὶ δὲ οἱ λέγοντες οτι καὶ ἐσοπτρίσασθαι θέλουσα ἐν τοῖς υδασιν ἰχνεύει τὰς πηγάς, οπως ιδῃ τὸν περὶ αὐτὴν γενόμενον μολυσμὸν ἐκ τοῦ αιματος τῶν οφεων, ιν' ἀπονίψηται αὐτόν· ἐν γὰρ τῷ σπαράττεσθαι τοὺς οφεις ἀποσειόμενοι ῥαντίζουσιν εἰς αὐτὴν τὸ ιδιον αιμα. Καὶ ὁ