85
ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια. γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. ∆ιὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ' οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν ὤδινεν αὐτὸν, ἠξίου κατὰ τὴν λοιπὴν τῶν μητέρων συνήθειαν, οὕτως ἅπαντα ἐπιτάττειν αὐτῷ, δέον ὡς ∆εσπότην σέβειν καὶ προσκυνεῖν. ∆ιὰ τοῦτο οὖν τότε οὕτως ἀπεκρίνατο. Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν. ∆ιὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; οὐχ ὑβρίζων τὴν γεγεννηκυῖαν· ἄπαγε· ἀλλ' ὠφελῶν τὰ μέγιστα, καὶ οὐκ ἀφιεὶς ταπεινὰ περὶ αὐτοῦ φρονεῖν. Εἰ γὰρ τῶν ἄλλων ἐκήδετο, καὶ πάντα ἔπραττεν ὥστε ἐνθεῖναι αὐτοῖς τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν, πολλῷ μᾶλλον ἐπὶ μητρός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν· διὰ τοῦτο οὕτως ἀπεκρίνατο πρὸς τοὺς εἰπόντας. Οὐδὲ γὰρ ἂν ἑτέρως αὐτὴν ἀνήγαγεν ἀπὸ τῆς ταπεινώσεως ταύτης πρὸς τὸ ὕψος ἐκεῖνο, εἰ προσεδόκα ὡς παρὰ παιδὸς ἀεὶ τιμηθήσεσθαι, ἀλλὰ μὴ ὡς ∆εσπότην ἥξειν αὐτόν. Καὶ ἐνταῦθα μὲν οὖν ταύτης ἕνεκεν τῆς προφάσεως ἔλεγε· Τί ἐμοὶ καὶ σοὶ, ὦ γύναι; Καὶ δι' ἑτέραν δὲ ἀναγκαίαν αἰτίαν οὐχ ἧττον. Ποίαν δὲ ταύτην; Ὥστε μὴ ὑποπτευθῆναι τὰ γινόμενα θαύματα. Παρὰ γὰρ τῶν δεομένων παρακληθῆναι ἐχρῆν, οὐ παρὰ τῆς μητρός. Τί δήποτε; Ὅτι τὰ μὲν ἐκ τῆς τῶν οἰκείων παρακλήσεως γινόμενα, κἂν μεγάλα ᾖ, προσίσταται τοῖς ὁρῶσι πολλάκις· ὅταν δὲ οἱ χρείαν ἔχοντες, οὗτοι δέωνται, ἀνύποπτον τὸ θαῦμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος, καὶ πολλὴ ἡ ὠφέλεια. γʹ. Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι. ∆ιὸ καὶ τότε ἐπετίμησε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, γύναι; παιδεύων αὐτὴν εἰς τὸ μέλλον μηκέτι τὰ τοιαῦτα ποιεῖν. Ἔμελε γὰρ αὐτῷ καὶ τῆς εἰς τὴν μητέρα τιμῆς, πολλῷ δὲ πλέον τῆς σωτηρίας τῆς κατὰ ψυχὴν, καὶ τῆς τῶν πολλῶν εὐεργεσίας, δι' ἣν καὶ τὴν σάρκα ὑπέδυ. Οὐ τοίνυν ἀπαυθαδιαζομένου πρὸς τὴν μητέρα ταῦτα τὰ ῥήματα ἦν, ἀλλ'