1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

86

αγιος ουν ἀναιρῶν οφεις καὶ σκορπίους καθ' ην ειληφεν ὑπὸ ̓Ιησοῦ ἐξουσίαν, ἀλλὰ καὶ ἐκδικῶν πᾶσαν παρακοήν, πνευματικὸς ων ελαφος, σπεύδει ἀνιχνεύειν θείας πηγὰς ὑδάτων, οιον τὸν θεὸν λέγοντα ̓Εμὲ ἐγκατέλιπον πηγὴν υδατος ζῶντος, καὶ τὸν σωτῆρα περὶ ου ειρηται πρός τινα ̓Εγκατέλιπες τὴν πηγὴν σοφίας, καὶ τὸ αγιον πνεῦμα ὑπὲρ ου ἀπήγγελται τὸ Ος δ' αν πίῃ ἐκ τοῦ υδατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. τάχα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ πηγαὶ σωτήριοι τυγχάνουσιν. 424 Ps 41,3 ̔Ομοιοῦται ουν ἡ πρόθεσις τοῦ σπουδαίου πρὸς τὸν θεὸν τῷ πρὸς τὰς πηγὰς τῶν ὑδάτων πόθῳ τῆς ἐλάφου. καὶ ἐπεὶ οιδεν ἐν τῷ παρόντι βίῳ δι' ἐσόπτρου προσβάλλοντα αὐτὸν τῷ θεῷ, τοῦ Πρόσωπον πρὸς πρόσωπον ἀποκειμένου εἰς τὰ μετὰ ταῦτα, ευχεται ἐνστῆναι καιρὸν καθ' ον ἐλθὼν ὀφθείη τῷ προσώπῳ τοῦ θεοῦ. καὶ ετι· ἐπεὶ σκιὰν καθ' ολου περιέχειν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν λέγεται, αἱ δὲ ἑορταὶ καθ' ας ὠπτάνετο τὰ ἀρσενικὰ τῷ προσώπῳ τοῦ θεοῦ σκιαὶ καὶ σύμβολά εἰσιν μελλουσῶν ἑορτῶν, ευχεται ἐλθεῖν εἰς τὰς πνευματικὰς ἑορτάς, οπως τελείως ὀφθῇ τῷ προσώπῳ τοῦ θεοῦ οὐχ ἑτέρου τυγχάνοντος τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου. 425 Ps 41,4a ̔Ο μὴ μάτην δακρύων ἀλλ' ἀπὸ διαθέσεως τῷ ὑπὲρ ἀρετῆς πονεῖν, ἐκεῖνος τὰ δάκρυα ἑαυτοῦ αρτου δίκην τραφήσεται, οὐκ ἐν τοῖς ἀνεκτοῖς μόνοις α ἡμέραν καλεῖ ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς α νύκτα ὀνομάζει. 426 Ps 41,4b Οἱ περὶ πάντα ἠπατημένοι σφάλλονται καὶ περὶ τὸ νομίζειν τὸν θεὸν ἐν τόπῳ ειναι. ὀνειδίζοντες γοῦν λέγουσι Ποῦ ἐστιν ὁ θεός σου; 427 Ps 41,5a Μετὰ γὰρ τῆς ἐπιθυμίας ταύτης ἐπέτεινέ μοι τὴν ἀθυμίαν καὶ τὸ ὀνειδίζεσθαι παρὰ τῶν κατεχόντων ὡς οὐκ οντος τοῦ βοηθοῦντος· καὶ πρὸς τούτοις ἡ μνήμη τῶν ἐπιτελουμένων ἐν τοῖς τόποις ἐκείνοις εἰς θεραπείαν σήν. τὸ δὲ Ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ἀντὶ τοῦ ̓Απὸ τῆς ἀθυμίας διελυόμην. 428 Ps 41,5bc ̓Επεὶ γὰρ προκόπτω καὶ ουπω τέλειός εἰμι, σύμβολον δὲ προκοπῆς ἡ σκηνὴ ὡς πολλάκις ειρηται, διὰ τοῦτο τετάραγμαι· πλὴν ἡ κατὰ θεὸν σκηνὴ θαυμαστῶς φέρει ἐπὶ τὸν οικον αὐτοῦ τοῦ θεοῦ, τουτέστιν τὴν τελειότητα καθ' ην οἰκοῦμεν ενθα θεός. ∆ιελεύσομαι δ' ἐν τόπῳ σκηνῆς θαυμαστῆς εως τοῦ οικου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἱερᾶς ἐξομολογήσεως κατὰ τὸν ηχον τῶν πνευματικῶς ἑορταζόντων· οἱ γὰρ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. 429 Ps 41,7b Εἰ γενοίμην ἐν τῇ γῇ τοῦ ̓Ιορδάνου, τουτέστιν εἰ ἀξιωθείην τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικάδε σου μνησθήσομαι. διερμηνεύουσι δὲ καὶ τὸ ̔Ερμωνιεὶμ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοιγνύντος φωτισμοῦ καὶ αὐγῆς τῆς εἰς νοῦν καὶ καρδίαν. 430 Ps 41,8 Καταρράκται τοῦ θεοῦ οἱ περὶ αὐτοῦ βαθύτατοι λόγοι η οἱ θεῖοι προφῆται. ἡ τοῦ τοίνυν ̓Ιησοῦ διδασκαλία αβυσσος ουσα ἐπικαλεῖται τὴν αβυσσον ἐκ τῆς παλαιᾶς γραφῆς. τάχα δὲ καί, ἐπεὶ τὰ κρίματα τοῦ θεοῦ αβυσσός ἐστιν πολλή, παρίσταται οτι τὰ κρίματα ἑτέρων ηρτηται κριμάτων κἀκεῖνα αλλων πάντων ἀπὸ τοῦ λόγου τοῦ θεοῦ, ο ειρηται μικρὸν ορος, τὴν αἰτίαν ἐχόντων· ορος γὰρ μέγα, φησίν, ὁ θεὸς λόγος, ορος δὲ μικρὸν δι' ην ὑπέμεινεν ἐθελούσιον κένωσιν δι' ἡμᾶς. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. θαλάττης τροπικῶς οντος τοῦ ἀνθρωπίνου βίου, ὁ μὴ ναυαγῶν ἐν αὐτῇ ἀλλὰ κατ' ὀρθὸν πλέων, πεῖραν τρικυμιῶν καὶ τῶν ἐξ ὀγκώσεως τῶν ἀπὸ χειμῶνος τῆς θαλάττης εχων, ἐπὶ τὸν λιμένα τῆς σωτηρίας ἐλθὼν ἐρεῖ τὸν στίχον· οὐ γὰρ ειπεν ̓Επ' ἐμὲ διέρχονται, ἀλλὰ ∆ιῆλθον. 431 Ps 41,9a Πάντες διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, οὐ πάντες δὲ ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινωσκόμενα τῷ ἐπίπονα ειναι οὐχ ἡδέως εχοντες οὐδὲ ελεον ειναι νομίζομεν. ὁ δὲ διειληφὼς οτι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει, ἐκεῖνος οψεται οτι δηλοῖ ἐν νυκτὶ τὸν ελεον αὐτοῦ ον ἡμέρας ἐνετείλατο. 432 Ps 41,10