86
οἰκονομίας πολλῆς ῥυθμιζούσης αὐτήν τε ἐκείνην, καὶ τὰ θαύματα μετὰ τῆς προσηκούσης γενέσθαι παρασκευαζούσης ἀξίας. Ἐπεὶ ὅτι σφόδρα αὐτὴν ἐτίμα, καὶ χωρὶς τῶν ἄλλων αὐτὸ τοῦτο τὸ δοκοῦν ἐπιτιμητικῶς εἰρῆσθαι, μάλιστα ἱκανὸν ἐμφῆναι. Τῷ γὰρ δυσχερᾶναι ἔδειξεν ὅτι σφόδρα αὐτὴν δυσωπεῖται. Πῶς δὲ καὶ τίνι τρόπῳ, τῇ ἑξῆς τοῦτο ἐροῦμεν. Ταῦτα οὖν ἐννοῶν, καὶ ὅταν ἀκούσῃς γυναικός τινος λεγούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· εἶτα αὐτοῦ ἀποκρινομένου· Μενοῦν γε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου· ἀπὸ τῆς αὐτῆς γνώμης κἀκεῖνα εἰρῆσθαι νόμιζε τὰ ῥήματα. Οὐ γὰρ ἀπωθουμένου τὴν μητέρα ἡ ἀπόκρισις ἦν, ἀλλὰ δεικνύντος ὅτι οὐδὲν αὐτὴν ὁ τόκος ὤνησεν ἂν, εἰ μὴ σφόδρα ἦν 59.132 ἀγαθὴ καὶ πιστή. Εἰ δὲ τὴν Μαρίαν οὐδὲν ὠφελεῖ χωρὶς τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸ γεννηθῆναι παρ' αὐτῆς τὸν Χριστόν· πολλῷ μᾶλλον ἡμᾶς κἂν πατέρα, κἂν ἀδελφὸν, κἂν παῖδα ἔχωμεν ἐνάρετον καὶ γενναῖον, αὐτοὶ δὲ πόῤῥω ὦμεν τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδὲν τοῦτο ὠφελῆσαι δυνήσεται. Ἀδελφὸς γὰρ, φησὶν ὁ ∆αυῒδ, οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐν οὐδενὶ γὰρ ἑτέρῳ, ἀλλ' ἐν μόνοις τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν τοῦ Θεοῦ χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν δεῖ. Ἐπεὶ εἰ τοῦτο ἔμελλεν ὠφελήσειν καθ' ἑαυτὸ τὴν παρθένον, ὠφέλησεν ἂν καὶ Ἰουδαίους (συγγενὴς γὰρ ἦν αὐτῶν κατὰ σάρκα ὁ Χριστὸς), ὠφέλησεν ἂν καὶ τὴν πόλιν ἐν ᾗ ἐτέχθη, ὠφέλησεν ἂν καὶ τοὺς ἀδελφούς. Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου· τότε δὲ ἐθαυμάσθησαν, ὅτε ἀπὸ τῆς οἰκείας ἔλαμψαν ἀρετῆς. Ἀλλ' ἡ πόλις καὶ ἔπεσε καὶ ἐνεπρήσθη, μηδὲν ἀπὸ τούτου κερδάνασα· κατεσφάγησαν δὲ καὶ ἀπώλοντο σφόδρα ἐλεεινῶς καὶ οἱ κατὰ σάρκα συγγενεῖς, οὐδὲν ἀπὸ τῆς πρὸς αὐτὸν συγγενείας εἰς τὸ σωθῆναι κερδάναντες, ἐπειδὴ τὴν ἀπὸ τῆς ἀρετῆς προστασίαν οὐκ εἶχον. Πάντων δὲ μείζους ἀνεφάνησαν οἱ ἀπόστολοι, ἐπειδὴ τὸν ἀληθινὸν καὶ ζηλωτὸν τρόπον τῆς πρὸς αὐτὸν οἰκειώσεως μετῆλθον, τὸν διὰ τῆς ὑπακοῆς. Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ. Τοῦτο γὰρ ἡμᾶς μόνον διασῶσαι δυνήσεται. Ἐπειδὴ καὶ μέχρι πολλοῦ οἱ συγγενεῖς αὐτοῦ ἐθαυμάζοντο πανταχοῦ, οἳ καὶ ∆εσπόσυνοι ἐλέγοντο· ἀλλ' ὅμως αὐτῶν μὲν οὐδὲ τὰ ὀνόματα ἴσμεν, τῶν δὲ ἀποστόλων καὶ ὁ βίος καὶ τὰ ὀνόματα ᾄδεται πανταχοῦ. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ τῇ κατὰ σάρκα, ἀλλὰ κἂν μυρίους ἔχωμεν προγόνους θαυμαστοὺς, αὐτοὶ σπουδάσωμεν ὑπερβαλέσθαι τὰς ἐκείνων ἀρετὰς, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς ἑτέρων σπουδῆς εἰς τὴν μέλλουσαν κερδανοῦμεν κρίσιν, ἀλλὰ καὶ τοῦτο κρῖμα ἔσται σφοδρότερον. Ἀγαθῶν γὰρ ὄντες πατέρων, καὶ οἴκοθεν ἔχοντες τὸ ὑπόδειγμα, οὐδὲ οὕτω μιμούμεθα τοὺς διδασκάλους. Ταῦτα δὲ λέγω νῦν, ἐπειδὴ ὁρῶ Ἕλληνας πολλοὺς, ὅταν ἐπὶ τὴν πίστιν αὐτοὺς ἄγωμεν, καὶ παρακαλῶμεν γενέσθαι Χριστιανοὺς, ἐπὶ τοὺς συγγενεῖς καὶ τοὺς προγόνους καταφεύγοντας καὶ τὴν οἰκίαν, καὶ λέγοντας· Πάντες οἱ προσήκοντές μοι καὶ ἐπιτήδειοι καὶ συνοικοῦντες, πιστοὶ Χριστιανοὶ τυγχάνουσι. Τί οὖν τοῦτο πρὸς σὲ, ἄθλιε καὶ ταλαίπωρε; Τοῦτο γάρ σε μάλιστα ἀπολεῖ, ὅτι οὐδὲ τὸ πλῆθος τῶν συνοικούντων αἰδεσθεὶς πρὸς τὴν ἀλήθειαν ἔδραμες. Πάλιν ἄλλοι τινὲς, πιστοὶ μὲν ὄντες, βίου δὲ ἠμελημένως τυγχάνοντες, παρακαλούμενοι πρὸς ἀρετὴν, τὸ αὐτὸ δὴ τοῦτο προβάλλονται λέγοντες· Ὁ πατὴρ ὁ ἐμὸς, καὶ ὁ πάππος, καὶ ὁ ἐπίπαππος σφόδρα εὐσεβεῖς καὶ σπουδαῖοι ἐτύγχανον ὄντες. Ἀλλὰ τοῦτο δή σε κατακρινεῖ μάλιστα, ὅτι τοιούτων ὢν ἔγγονος, ἀνάξια τῆς οἰκείας ἔπραξας ῥίζης. Ἄκουσον γὰρ ὁ Προφήτης τί φησι πρὸς τοὺς Ἰουδαίους· Ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶἐν γυναικὶ ἐφυλάξατο· καὶ πάλιν ὁ Χριστὸς, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ πανταχοῦ τὰ τῶν προγόνων κατορθώματα οὐ μόνον ἀντ' ἐγκωμίων, ἀλλὰ καὶ ἀντὶ μείζονος αὐτοῖς προσ 59.133 φέρουσι τῆς κατηγορίας. Ταῦτ' οὖν