87
Παρρησιαζομένου ἡ φωνή· ὁ γὰρ λέγων ∆ιὰ τί μου ἐπελάθου θαρρεῖ μηδὲν πεποιηκὼς δι' α ἐπιλανθάνεται θεός. καὶ ἐπεὶ ἐκθλίβοντος ἐχθροῦ σκυθρωπάζων πορεύομαι, πυνθάνομαι τί τὸ αιτιον τούτου, ιν' εἰ ἐξ ἐμοῦ ειη ἀναιρήσω διὰ μετανοίας αὐτό. πάντες γὰρ διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, εἰ καὶ μὴ πάντες ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατὰ ἐλεημοσύνην αὐτοῦ γινόμενα τῷ ἐπίπονα ειναι οὐχ ἡδέως εχοντες οὐδ' ελεον ειναι νομίζομεν, καὶ διὰ τοῦτο λέγομεν· Ινα τί μου ἐπελάθου; ὁ δὲ διειληφὼς οτι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει οὐδὲν ἐρεῖ τοιοῦτον, εἰ μή τι τὴν μετάνοιαν ἑαυτοῦ πραγματευόμενος. 433 Ps 41,11.12 ∆ιὰ τῶν προαγόντων ὀστᾶ τῆς ψυχῆς τὰ ευτονα αὐτῆς δόγματα καὶ αἱ δυνάμεις ειρηνται. ἐπεὶ ουν συμβαίνει πολλάκις ὑπὸ δεινῶν σοφιστῶν καταθλᾶσθαι τὰ ὀστᾶ, ὀνειδίζουσιν οἱ ἀπατεῶνες, οὐκ αλλα λέγοντες η Ποῦ ἐστιν ὁ θεός σου ἐφ' ῳ ευχει; τῇ σοφίᾳ λέγων αὐτοῦ πεπαιδεῦσθαι ἀλλὰ καὶ περὶ τούτου τοῦ πάθους πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλέγεται φάσκων Ινα τί περίλυπος ει; ἐλπίσας γὰρ ἐπὶ κύριον ἐξομολόγησαι· πάντως γὰρ ἐπιλάμψει σοι πρόσωπον αὐτοῦ οὐκ αλλο ον τῆς ἀληθείας, ὡς εχοντά σε τὴν ἐκ θεοῦ ἀλήθειαν λύειν δύνασθαι τὰς ἀπάτας τῶν καταθλασσόντων τὰ προκείμενά σου ὀστᾶ.
434 Ps 42,1 Ειη αν πρόσωπον τὸ κυριακὸν τὸ ταῦτα λέγον· εθνος δὲ οὐχ
οσιον ἐρεῖ τὸ ̓Ιουδαϊκόν, ανθρωπον δὲ αδικον καὶ δόλιον τὸν ̓Ιούδαν. ἐπιστατέον διὰ τί μὴ ἀνόσιον ἀλλ' οὐχ οσιον ειπε τὸ εθνος. τάχα γὰρ μὴ ἀποκόπτων τὰς ἐλπίδας τῆς μετανοίας καὶ διὰ τοῦ οὐχ οσιον εἰπεῖν αἰνιττόμενος οτι, εἰ διὰ μετανοίας ἐπιστραφείη, γενήσεται οσιον. Ps 42,1 Αλλος δὲ τὸ πρόσωπον τοῦ σωτῆρος παρεισήγαγεν λέγον πρὸς τὸν πατέρα τὰ ἐν τῷ ψαλμῷ, καὶ εθνος μὲν οὐχ οσιον τοὺς ̓Ιουδαίους ὀνομάζων, αδικον δὲ καὶ δόλιον τὸν ̓Ιούδαν· ἀλλ' οὐκ ἐδυνήθη συναρμόσαι τοῖς ἑξῆς τὰ λεγόμενα· πῶς γὰρ οιόν τε ην αὐτὸν λέγειν· ̓Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ τὰ ἑξῆς; 435 Ps 42,3 ̓Επεὶ φῶς ἀληθινὸν ὁ σωτὴρ καὶ αὐτὸς ἡ ἀλήθεια ειναί φησιν, οἱ πρὸ τῆς ἐπιδημίας ανθρωποι ἐκ τῶν προφητευομένων μαθόντες, ὡς ἐπιλάμψει τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ θεοῦ, παρεκάλουν ἀποσταλῆναι διὰ τῆς ἐνανθρωπήσεως τὸ φῶς καὶ τὴν ἀλήθειαν, οπως ὁδηγηθῶσιν ὑπ' αὐτῶν ἐπὶ τὸ ορος τὸ αγιον, τὸν περὶ τῆς τριάδος ὑψηλότερον λόγον, καὶ τὰς αἰωνίους σκηνάς. οὐχ ετερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ' οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ θεοῦ υἱὸς) ἀλλ' ἐπινοίᾳ μόνῃ· ῃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ ἀλήθεια, ῃ δὲ πλάνης καὶ ἀγνοίας φῶς ἐστιν. 436 Ps 42,4a Τὸ Εἰσελεύσομαι οὐ παρέργως ειρηται· ὁ γὰρ ἀπὸ τοῦ αἰσθητοῦ θυσιαστηρίου φαντασίαν τοῦ νοητοῦ λαβὼν εισεισι πρὸς αὐτὸν τὸν θεόν, ἀοράτως ἐπ' αὐτῷ ἀναφέρων θυσίας. 437 Ps 42,4b Πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἀντικειμένως εχουσαν πρὸς τὸν παλαιὸν ανθρωπον· μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος εισεισιν πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα.
438 Ps 43,2.3a Οἱ διαβάλλειν βουλόμενοι τὴν θείαν γραφὴν ὡς οὐκ
ἀκριβοῦσαν τὰς φωνὰς καὶ τὰ σημαινόμενα καὶ τῇ παρούσῃ λέξει χρώμενοι τῇ λεγούσῃ ̔Ο θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, φασίν· Τίς γὰρ ἀκούων οὐχὶ τοῖς ὠσὶν ἑαυτοῦ ἀκούει; ἐξ αὐτῶν δὲ ων διαβάλλειν ἐθέλουσιν τὸν ελεγχον τῆς σφῶν ἀβελτερίας εχουσιν. ο γὰρ λέγουσιν οἱ ψάλλοντες τοιοῦτόν ἐστιν· οἱ λογικῶς ἀκούοντες οὐ τοῖς κοινοῖς ὀργάνοις τῆς αἰσθήσεως ὠσὶν ὀνομαζομένοις ἀκούουσιν ἀλλὰ τοῖς ἰδίοις τῶν ἀνθρώπων ὠσίν, ὡσεὶ καὶ μουσικοὶ ανδρες εφασκον· Τοῖς ὠσὶν τῶν μουσικῶν ἀνθρώπων τὰ μουσικὰ παιδεύματα ἀκούεται. διὸ καν λέγωσιν Τοῖς