87
εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης 59.134 ὄφελος οὐδέν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.133 ΟΜΙΛΙΑ ΚΒʹ. Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
αʹ. Ἔχει μέν τινα πόνον τὸ λέγειν· καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν. Ἂν μὲν γὰρ ἀποπτύητε τὰ λεγόμενα, ἢ μὴ ἀποπτύητε μὲν, ἐν δὲ τοῖς ἔργοις μὴ δεικνύητε, βαρὺς ὁ κόπος ἡμῖν ἔσται διὰ τὸ πονεῖν εἰκῆ καὶ μάτην· ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων· ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν. Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν. Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα. Τῆς γὰρ μητρὸς τοῦ Ἰησοῦ εἰπούσης, ὅτι Οἶνον οὐκ ἔχουσιν, ὁ Χριστός φησι, Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ. Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον. Αὐτὸν οὖν τοῦτον παρακαλέσαντες τὸν τὸ θαῦμα ἐργασάμενον, οὕτως ἔλθωμεν ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ἐνταῦθα τοῦτο μόνον εἴρηται, ἀλλὰ καὶ προϊὼν ὁ αὐτὸς φαίνεται εὐαγγελιστὴς λέγων· Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, Ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν. Ταῦτα πάντα δι' ὅλου τοῦ Εὐαγγελίου εἰρημένα ἐνταῦθα συνήγαγον, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς ποτ' οὖν ἐστι τῶν λεγομένων ἡ λύσις; Οὐκ ἀνάγκῃ καιρῶν ὁ Χριστὸς ὑποκείμενος, οὐδὲ ὥρας παρατηρήσει, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα μου· (πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς, καὶ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός;) ἀλλὰ διὰ τῶν οὕτως εἰρημένων τοῦτο δηλῶσαι βούλεται, ὅτι πάντα μετὰ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁμοῦ πάντα ποιῶν· ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ' ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν. Σκόπει δέ· Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ' οὐχ ὁμοῦ πᾶσαν· καὶ τὸν ἄνθρωπον δὲ μετὰ τῆς γυναικὸς, ἀλλ' οὐδὲ τούτους ὁμοῦ. Ἔδει θανάτῳ καταδικασθῆναι τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν ἀνάστασιν γενέσθαι, ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Ἐχρῆν δοθῆναι τὸν νόμον, ἀλλ' οὐχ ὁμοῦ καὶ τὴν χάριν, ἀλλ' 59.134 ἕκαστα καιροῖς τοῖς προσήκουσιν οἰκονομεῖσθαι. Οὐ τοίνυν ὁ Χριστὸς ὑπέκειτο τῇ τῶν καιρῶν ἀνάγκῃ, ὃς καὶ τοῖς καιροῖς μάλιστα τάξιν ἐπέθηκεν, ἐπεὶ καὶ ποιητὴς αὐτῶν ἐστιν. Ἀλλ' Ἰωάννης ἐνταῦθα τὸ, Οὔπω ἥκει ἡ ὥρα μου, εἰσάγει τὸν Χριστὸν λέγοντα, δεικνὺς ὅτι οὔπω δῆλος ἦν τοῖς πολλοῖς, καὶ ὅτι οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ' Ἀνδρέας αὐτῷ ἠκολούθει καὶ μετ' αὐτοῦ Φίλιππος, ἄλλος δὲ οὐδείς· μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί. Μετὰ γὰρ τὰ πολλὰ θαύματα τοῦτο περὶ τῶν ἀδελφῶν ἔφησεν ὁ εὐαγγελιστὴς, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' οὐδὲ οἱ ἐν τῷ