1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

88

ὠσὶν ἡμῶν, οὐ πρὸς αλλο τι ἀλλὰ τὰ κοινὰ ἀντιδιαστέλλοντες λέγουσιν τὸ Τοῖς ὠσὶν ἡμῶν. συνᾴδει τούτοις τὸ ̔Ο εχων ωτα ἀκούειν ἀκουέτω. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν. η οἱ κατὰ παίδευσιν πατέρες τὰ θεῖα ἀπήγγειλαν η οἱ πρόγονοι τὰ κατ' αὐτοὺς πραχθέντα. ̔Η χείρ σου εθνη ἐξωλόθρευσεν καὶ κατεφύτευσεν αὐτούς. πρὸς διάνοιαν τοῦ ̓Ισραὴλ μετὰ τὸ προδοῦναι τὸν σωτῆρα ἀπὸ τῆς τοῦ θεοῦ χειρὸς ὀλοθρευθέντες οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ἐν ταῖς θεοπνεύστοις γραφαῖς κατεφυτεύθησαν. 439 Ps 43,3b.4 Κακώσας τοὺς ἐκ περιτομῆς λαοὺς ὁ θεὸς ἐξέβαλεν ἐκ τῆς ἱερᾶς τοῦ νόμου παιδεύσεως. οὐ νόμῳ δὲ πολέμου νικήσαντες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ἐκληρονόμησαν τὴν εναγχος εἰρημένην γῆν. οὐδὲ ὁ βραχίων αὐτῶν εσωσεν αὐτούς, τουτέστιν ἡ ἐργασία αὐτῶν. χάριτι γὰρ τὴν σωτηρίαν ἐσχήκασιν ὑπὸ τῆς σῆς δεξιᾶς καὶ τοῦ βραχίονος, τουτέστι τοῦ μονογενοῦς υἱοῦ. φωτισμὸς δὲ ὁ φωτίζων πρόσωπόν σου τυγχάνον, οτι ηὐδόκησας ἐν αὐτοῖς τοῦ σῶσαι αὐτοὺς τῇ χάριτι, οὐκ ἐξ εργων αὐτῶν, ινα μὴ καυχήσωνται. 440 Ps 43,5b Τὰς τοῦ ̓Ιακὼβ σωτηρίας τοῦ πτερνίζοντος τὰ φαῦλα καθ' α σῴζεται ἐντέλλεται ὁ θεὸς τοῖς ἁγίοις πνεύμασιν τοῖς εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν εἰς ἀντίληψιν χωρῆσαι ταχὺ καὶ τὴν δι' ἑαυτῶν ἐπικουρίαν διδόναι. 441 Ps 43,6a Ωσπερ τισὶν ἀλόγοις ζῴοις ἀμυντήριον κέρας ἀναδέδωκεν ὁ θεὸς οπως αν ἀπαλλάξωσιν τὰ βλάπτειν αὐτὰ δυνάμενα, ουτω τοῖς ἁγίοις κέρατα αἱ τοῦ ̓Ιησοῦ δυνάμεις εἰσὶν καθ' ας τοὺς ἐχθροὺς αὐτῶν κερατίζουσιν. διὸ καὶ πάντα τὰ ζῷα τὰ κέρασι χρώμενα καθαρὰ οντα η ἐπὶ τὸν θεῖον βωμὸν ἀνάγεται η τροφὴ τῇ μερίδι τοῦ θεοῦ τυγχάνει. 442 Ps 43,10.11 ̓Απωθεῖται ὁ θεὸς ἀφ' ἑαυτοῦ οὐ πάντως δι' ἁμαρτίας ἀλλὰ καὶ δι' αλλας ας οιδεν αὐτὸς αἰτίας. οὐ πᾶς δὲ ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς τοῦτο ὑφίσταται· εἰ γάρ τις τὰ φαῦλα καταλιπὼν μακρὰν φύγοι ἀποχωρῶν ἀπ' αὐτῶν, ουτος εἰς τὰ ὀπίσω στραφεὶς ἐφ' α καταλέλοιπεν ὀλέθρῳ περιπίπτει. εἰ δέ τις τὴν Σιών, τουτέστι τὴν ἀρετήν, καταλείψας ἐπείγοιτο ἐπὶ τὴν κακίαν Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω μακάριον ἀναδέχεται πρᾶγμα· πλὴν οἱ τὰ προκείμενα λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν, εἰς τὰ ὀπίσω ἀποστραφέντες ψεκτοῖς περιέπεσον. 443 Ps 43,12 ̓Εοίκασιν οἱ ταῦτα λέγοντες, αγιοί τινες οντες, παραπλησίως τῷ ̔Ως πρόβατον ἐπὶ σφαγὴν ἀγομένῳ δεδόσθαι ̔Ως πρόβατα βρώσεως, τροφὴ γινόμενοι τοῖς ἐπ' ὠφελείᾳ τοὺς λόγους καὶ τὸν βίον αὐτοῖς προσιεμένοις· ἀλλὰ καὶ ἐν τοῖς εθνεσιν ουτοι ὑπὸ θεοῦ διεσπάρησαν, δίκην σπέρματος γεωργικῶς καταβαλλόμενοι, ινα μεταποιήσαντες τὰ εθνη εἰς τὴν αὐτὴν αὐτοῖς ποιότητα ἀγάγωσιν. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν διεσπάρθαι ἐν τοῖς εθνεσι τὴν τοῦ θεοῦ μερίδα αἰχμαλωσίας τρόπῳ. 444 Ps 43,13a Οὐ τιμήν, φησίν, τοῦ λαοῦ λαβὼν ἀπέδου αὐτούς, ἀλλὰ διὰ τὰς ἁμαρτίας ας πεποιήκασιν ἐχθροῖς ὑποχείριοι γεγένηνται· ταῖς γὰρ ἁμαρτίαις αὐτῶν ἐπράθησαν κατὰ τὸν προφήτην. 445 Ps 43,16 ̓Επεὶ τοῖς προειρημένοις ἀπευκταίως ὑπεπέσαμεν διὰ βίου ἐντρεπόμενοι ολην τὴν ἡμέραν, ἐναντίον τὴν ἐντροπὴν ἑαυτῶν εχομεν, τῆς αἰσχύνης τοῦ προσώπου ἡμῶν καλυπτούσης ἡμᾶς ὡς μηκέτι παρρησίαν εχειν ἀνακεκαλυμμένῳ τῷ προσώπῳ τῆς ψυχῆς κατοπτρίζεσθαι τὴν δόξαν κυρίου. 446 Ps 43,17 ̓Εκ τῆς φωνῆς τοῦ ὀνειδίζοντος καὶ δίκην παραπαίοντος καὶ παραλαλοῦντος ολην ἐντροπὴν τὴν ἡμέραν ειναι κατενώπιον ἑαυτοῦ θεωρεῖ. ἀπὸ δὲ τοῦ ἐπιδεικνύντος ἑαυτοῦ φοβερὸν τὸ πρόσωπον ἐκδιώκοντος ἐχθροῦ ἡ αἰσχύνη ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ. 447 Ps 43,18 Τελείαν ἀνδρείαν ἀναλαβόντων ἡ φωνή· πολλῶν γὰρ καὶ διαφόρων θλίψεων ἐπ' αὐτοὺς ἡκουσῶν καὶ ἐκβιαζομένων ἐπιλαθέσθαι τοῦ θεοῦ, ἐξ ἐναντίας ἀνεπόλουν θεὸν ὡς εκαστον εἰπεῖν ̓Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. 448 Ps 43,19b ̓Εκκλίνει τὰς τρίβους τινὸς ὁ θεὸς ἐκ τῆς ἑαυτοῦ ὁδοῦ, παραδιδοὺς αὐτὸν ταῖς ἐπιθυμίαις τῆς καρδίας ἑαυτοῦ καὶ εἰς ἀδόκιμον νοῦν.