88
γάμῳ αὐτὸν ᾔδεισαν· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλεσαν, ἐν χρείᾳ καταστάντες. ∆ιὰ τοῦτό φησιν· Οὔπω ἥκει ἡ ὥρα μου. Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ' οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος. Ἔασον αὐτοὺς αἰσθέσθαι τοῦτο πρῶτον. Οὐδὲ γὰρ παρὰ σοῦ ταῦτά με ἀκούειν ἐχρῆν. Μήτηρ γὰρ εἶ, καὶ τὸ θαῦμα ὕποπτον ποιεῖς. Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ' ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως. Ὁ μὲν γὰρ εἰδὼς ὅτι ἐν χρείᾳ καθέστηκεν, ἐπειδὰν τύχῃ ὧνπερ αἰτεῖ, πολλὴν ἔχει τὴν χάριν· ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται. Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ; Μάλιστα μὲν, ὥστε καὶ τοῖς ἀντιλέγουσι, καὶ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι νομίζουσιν, ἱκανὴν γενέσθαι ἀπόδειξιν τοῦ μὴ ὑποκεῖσθαι αὐτὸν ὥρᾳ. Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν; Ἔπειτα δὲ καὶ τιμῶν τὴν μητέρα, ἵνα μὴ διαπαντὸς ἀντιλέγειν αὐτῇ δόξῃ, ἵνα μὴ ἀσθενείας λάβῃ δόξαν, ἵνα μὴ αἰσχύνῃ τὴν τεκοῦσαν, παρόντων τοσούτων· καὶ γὰρ προσήγαγεν αὐτῷ τοὺς διακόνους. Ἐπεὶ καὶ τῇ Χαναναίᾳ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, ἔδωκε μετὰ τὸ εἰπεῖν, τὴν προσεδρεία αὐτῆς αἰδεσθείς. Καίτοι γε μετ' ἐκείνου καὶ τοῦτο εἶπεν, ὅτι Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀλλ' ὅμως καὶ ταῦτα εἰπὼν, ἐθεράπευσε τὸ θυγάτριον τῆς γυναικός. βʹ. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν ἀνάξιοι ὦμεν, πολλάκις τῇ προσεδρείᾳ ποιοῦμεν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν. ∆ιὰ τοῦτο καὶ ἡ μήτηρ καὶ παρέμενε, καὶ σοφῶς τοὺς διακόνους προσῆγεν, ὥστε παρὰ πλειόνων γενέσθαι τὴν αἴτησιν. ∆ιὰ τοῦτο καὶ προσέθηκε τὸ, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἤδει γὰρ ὅτι οὐκ ἀσθενείας ἡ παραίτησις ἦν, ἀλλὰ τοῦ ἀκομπάστου, καὶ τοῦ μὴ δόξαι ἁπλῶς ἐπιῤῥίπτειν ἑαυτὸν 59.135 τῷ θαύματι· διὸ καὶ τοὺς διακόνους προσῆγεν. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι κείμεναι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμπλήσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐνέπλησαν ἕως ἄνω. Οὐχ ἁπλῶς εἶπεν, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ἀλλ' ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἔνδον ἀπομεινάσης, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἶνος λεπτότατος γέγονε. ∆ιὰ τοῦτό φησι, Κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, δεικνὺς ὅτι οὐδέποτε ἐκεῖνα οἴνου γέγονε δοχεῖα τὰ σκεύη. Ἐπειδὴ γὰρ ἄνυδρός ἐστιν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνας καὶ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴποτε ἀκάθαρτοι γένοιντο. ἀλλ' ἐγγύθεν ἔχειν τοῦ καθαρσίου τὸν τρόπον. Καὶ τί δήποτε πρὶν ἢ γεμίσαι οὐκ ἐποίησε τὸ σημεῖον, ὃ πολλῷ θαυμαστότερον ἦν; Ἕτερον γάρ ἐστιν ὕλην ὑποκειμένην εἰς ποιότητα μεταβαλεῖν, καὶ αὐτὴν τὴν οὐσίαν ἐξ οὐκ ὄντων ποιῆσαι· θαυμαστότερον μὲν γὰρ ἐκεῖνο. Ἀλλ' οὐχ οὕτως ἂν ἔδοξεν εἶναι πιστὸν τοῖς πολλοῖς. ∆ιὰ τοῦτο γοῦν πολλάκις τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκὼν, ὥστε εὐπαράδεκτον μᾶλλον γενέσθαι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ τὸ ὕδωρ αὐτὸς παρήγαγε, καὶ τότε τὸν οἶνον ἔδειξεν, ἀλλὰ τοῖς διακόνοις ἐκέλευσε; ∆ιὰ τὴν αὐτὴν πάλιν αἰτίαν, καὶ ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου τοὺς ἀντλήσαντας, καὶ ὅτι οὐδεμία φαντασία ἦν τὸ τελούμενον. Εἰ γὰρ ἔμελλόν τινες ἀναισχυντεῖν, ἠδύναντο πρὸς αὐτοὺς λέγειν οἱ διακονησάμενοι· Ἡμεῖς τὸ ὕδωρ ἠντλήσαμεν. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὰ κατὰ τῆς Ἐκκλησίας ἀναφυόμενα δόγματα ἀνατρέπει. Ἐπειδὴ γὰρ εἰσί τινες οἳ τοῦ κόσμου δημιουργὸν ἕτερον εἶναί φασι, καὶ οὐκ αὐτοῦ ἔργα τὰ ὁρώμενα, ἀλλ' ἑτέρου τινὸς ἐναντίου θεοῦ· καὶ τούτων ἐπιστομίζων τὴν μανίαν, οὕτω τὰ πλείονα ποιεῖ τῶν θαυμάτων ἐκ τῶν ὑποκειμένων οὐσιῶν. Εἰ γὰρ ἐναντίος ὁ δημιουργὸς ἦν αὐτῷ, οὐκ ἂν τοῖς ἀλλοτρίοις ἐχρήσατο πρὸς τὴν τῆς οἰκείας δυνάμεως ἐπίδειξιν. Νῦν μέντοι δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ ἐν ταῖς ἀμπέλοις