1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

89

449 Ps 43,20a Τόπος κακώσεως ὁ περὶ γῆν καὶ ὁ καταχθόνιος χῶρος· ενθα ταπεινοῦνται οἱ πεῖραν εχοντες τοῦ σώματος τοῦ θανάτου. 450 Ps 43,22b Τὰς ἐν καρδίᾳ τυπώσεις ας καὶ ἑξῆς προσαγορευτέον. 451 Ps 43,26 Εἰ μὲν τροπικῶς ταῦτα λέγοιτο, τὸ δηλούμενόν ἐστιν τοιοῦτον· ἐπεὶ χοῦν περικείμεθα τὸν ἐξ ἡδονῶν καὶ τῶν αλλων παθῶν συγκείμενον, διὰ τοῦτο ̓Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, χαμαιριφῶν γενομένων, ἀλλὰ καὶ Εἰς γῆν ἐκολλήθη ἡ γαστὴρ ἡμῶν, οὐδὲν οὐράνιον τρεφομένων ἀλλὰ κατὰ τὸν οφιν γῆν ἐσθιόντων πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. Εἰ δὲ πρὸς ἀλληγορίαν ἐξηγηθείη τὸ προκείμενον, εἰς τὸ σῶμα ἐμβατεύουσα ἡ ψυχὴ ἐρεῖ ̓Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. αυτη καὶ τῆς μακαρίας ζωῆς τῆς ἐπουρανίου ἐκπεσοῦσα, ἐν τῷ κάτω φρονεῖν ἐρεῖ τὸ ̓Εκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν· οὐκ αλλα γὰρ τῶν γηίνων τρέφεται. 452 Ps 43,27 Ταῦτά φασιν βοηθείας καὶ λυτρώσεως τυχεῖν ἀξιοῦντες οὐκ αλλου του χάριν η τοῦ ὀνόματος αὐτοῦ. λέγοιεν δὲ ταῦτα καὶ πρὸς τὸν σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν, ινα ἀναστὰς ἀρωγὴν παράσχοι καὶ λύτρα διδοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ποιεῖ δὲ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. Ps 44,1 Σκοπὸς τοῖς προκόπτουσι καὶ ἐκ ποιότητος εἰς ποιότητα μεταβάλλουσι τὸ ἐπὶ τὴν ἀρίστην τῶν ποιοτήτων ἐπείγεσθαι καθ' ην αφθαρτοι καὶ ἀθάνατοι ἀποδειχθεῖεν. ὑπὲρ τούτου ουν τοῦ τέλους οντος ̔Υπὲρ τῶν ἀλλοιωθησομένων, τουτέστι τῶν ἀλλαγέντων καὶ ἐκ φαύλων σπουδαίων γεγενημένων, υἱοὶ Κορὲ εἰς σύνεσιν πάντα μεταβάλλοντες ᾠδὴν περὶ τοῦ ἀγαπητοῦ προφέρουσι κελαδοῦντες. ἀγαπητὸς δὲ ἐνταῦθα ὁ μονογενὴς τοῦ θεοῦ υἱός. ὑπὲρ τούτου ουν τοῦ ἀγαπητοῦ ἐπινίκιος ᾳδεται, ὑπὲρ ων ἠλλοίωσεν ἀφθαρσίαν ἀντὶ φθορᾶς δεδωκώς.

453 Ps 44,2a Εἰ τοῦ πατρὸς ειη τὸ πρόσωπον, λέγοι αν ̓Επεὶ μόνος ἀγαθὸς

ὑπάρχω, ἀνάγκη καὶ τὸν ἐκ τῆς ἐμῆς οὐσίας λόγον γενόμενον ἀγαθὸν ειναι· εἰ δ' ὁ προφήτης ειη ὁ λέγων, φαμὲν ̓Επεὶ ὁ ἀγαθὸς ανθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, ἀνάγκη καὶ τὸν τραφέντα τροφαῖς πορνικαῖς πολὺ τὸ ἀγαθὸν ἐχούσαις ἐρεύγεσθαι ἀγαθὸν λόγον. ὡς γὰρ ὁ μῆλον φαγὼν ἐρυγὴν ἐκπέμπει μήλου πνέουσαν, ουτως ὁ φαγὼν ἀγαθὰ ὡς ἐντρυφῆσαι ἐν ἀγαθοῖς τὴν ψυχὴν αὐτοῦ ἀγαθὸν ἐκπέμπει λόγον ἐρευγόμενος αὐτόν. Ps 44,2a Ωσπερ ουν ἐπὶ ταύτης τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, ουτω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας τοιαῦτα ἠρεύγετο οια καὶ ἐσιτεῖτο. 454 Ps 44,2c Γραφόντων καὶ αὐτῶν παιδεύσεις τινάς. ὡς γὰρ ὁ λόγος τοῦ εὐαγγελίου κόκκῳ σινάπεως παραβαλλόμενος, εἰ γεωργίας τύχοι, μείζων γίνεται τῶν ἀνθρωπίνων λόγων λαχάνων διὰ τὸ πρόσκαιρον ὀνομαζομένων, ουτως α γράφει ὁ τοῦ θεοῦ λόγος καλάμῳ ἰδίῳ καιρίως ἐπιδείκνυται αὐτὰ παρὰ τὰς τῶν ἀνθρώπων συγγραφὰς τῶν λογισμῶν ἐφαπτόμενα καὶ ταῖς ψυχαῖς ἐνιζάνοντα. 455 Ps 44,3bc Οἱ ἀκούοντες τῶν ̓Ιησοῦ λόγων, τυγχανόντων Πλήρης χάριτος, ἐροῦσιν τὸ προκείμενον· πολλάκις δὲ ἀντὶ λόγων τὰ χείλη λέγεσθαι ἀποδέδεικται. τὸ δὲ ̓Εξεχύθη τὴν δαψιλείαν δηλοῖ τῆς χάριτος· συνᾴδει τούτῳ τὸ ̓Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ ̔Η ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν· καὶ ἐν τούτοις γὰρ ἡ δαψιλεία τοῦ πνεύματος καὶ ὁ πλοῦτος τῆς ἐκ θεοῦ ἀγάπης δηλοῦται. διὰ ταύτην ουν τὴν ἐκχυθεῖσαν χάριν ἐν χείλεσί σου Εὐλόγησέν σε ὁ θεός σου, εὐλογιστίαν σοι μαρτυρήσας ἐπὶ πάντα τὸν αἰῶνα. 456 Ps 44,4 ̓Επεὶ περὶ τὸν μηρὸν ἐνεργεῖται τὰ γενέσεως πράγματα, φύονται δὲ περὶ ταῦτα αἰσχραὶ ἐπιθυμίαι, χρεία τοῦ τμητικοῦ λόγου ῥομφαίας ὀνομαζομένου, ινα περὶ τὸν μηρὸν ζωσθεὶς ἐκτέμνοι τὰς ἀκολάστους ἡδονάς. ὁ σωτὴρ ουν κατὰ τὸν ανθρωπον τύπον ἀρίστης πολιτείας καταβαλλόμενος ὑπὲρ αὐτοτελοῦς ἁγνείας περιζώννυται ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡραιότητα εχων καὶ κάλλος διὰ τὴν