89
τὸ ὕδωρ μεταβάλλων, καὶ τὸν ὑετὸν διὰ τῆς ῥίζης εἰς οἶνον τρέπων, ὅπερ ἐν τῷ φυτῷ διὰ πολλοῦ χρόνου γίνεται, τοῦτο ἀθρόον ἐν τῷ γάμῳ εἰργάσατο. Ἐπειδὴ δὲ ἐγέμισαν τὰς ὑδρίας, φησίν· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω. Σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Πάλιν ἐνταῦθά τινες ἐπισκώπτουσι λέγοντες· Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν· ὅτι γὰρ ἐμέθυον, αὐτὸς ὁ ἀρχιτρίκλινος ἔδειξε δι' ὧν εἶπεν. Μάλιστα μὲν καὶ τοῦτο γελοῖον· πλὴν ἀλλὰ καὶ ταύτην αὐτῶν ἐξέκοψε τὴν ὑποψίαν ὁ εὐαγγελιστής. Οὐ γὰρ τοὺς δαιτυμόνας εἶναί φησι τοὺς ψηφιζομένους περὶ τοῦ γενομένου, ἀλλὰ τὸν ἀρχιτρίκλινον τὸν νήφοντα καὶ οὐδενὸς οὐδέπω γεγευμένον. 59.136 Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι μάλιστα πάντων οἱ τὴν διακονίαν τῶν τοιούτων ἐμπεπιστευμένοι δείπνων, οὗτοι μάλιστά εἰσιν οἱ νήφοντες, ἓν ἔργον ἔχοντες, τὸ ἐν κόσμῳ καὶ ἐν τάξει πάντα διατιθέναι. ∆ιὰ τοῦτο τὴν νήφουσαν αἴσθησιν ταύτην εἰς μαρτυρίαν τῶν γινομένων ἐκάλεσεν. Οὐ γὰρ εἶπεν, Οἰνοχοήσατε τοῖς ἀνακειμένοις, ἀλλὰ, Φέρετε τῷ ἀρχιτρικλίνῳ. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν), φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος. Καὶ τίνος ἕνεκεν μὴ τοὺς διακόνους ἐφώνησεν; οὕτω γὰρ ἂν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. Ὅτι οὐδὲ αὐτὸς ὁ Ἰησοῦς ἐξεκάλυπτε τὸ γεγονὸς, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἐβούλετο γνωρισθῆναι τῶν σημείων τὴν δύναμιν. Εἰ μὲν οὖν τότε ἠλέγχθη, οὐκ ἂν διηγούμενοι οἱ διάκονοι ταῦτα ἂν ἐπιστεύθησαν· ἀλλ' ἔδοξαν ἂν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ τοῖς πολλοῖς εἶναι δοκοῦντι τότε τοιαῦτα μαρτυροῦντες. Αὐτοὶ μὲν γὰρ καὶ διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν· οὐ γὰρ δὴ ταῖς ἑαυτῶν χερσὶν ἔμελλον ἀπιστεῖν· ἑτέρους δὲ πιστοῦσθαι οὐκ ἦσαν ἱκανοί. ∆ιὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασιν, ἀλλὰ τῷ μάλιστα συνιδεῖν τὸ γεγονὸς δυναμένῳ, τὴν σαφεστέραν αὐτοῦ γνῶσιν τῷ μέλλοντι χρόνῳ τηρῶν. Μετὰ γὰρ τὴν τῶν λοιπῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. Ὅτε γοῦν τοῦ βασιλικοῦ τὸν υἱὸν ὕστερον θεραπεύει, δι' ὧν ἐκεῖ λέγει, δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι καὶ τοῦτο σαφέστερον γέγονε. ∆ιὰ γὰρ τοῦτο μάλιστα αὐτὸν ἐκάλεσεν ἐκεῖνος, ἐπειδὴ τὸ σημεῖον ἐγνωκὼς ἦν, ὥσπερ ἔφην. Ὃ καὶ δηλῶν Ἰωάννης ἔλεγεν· Ἦλθεν ὁ Ἰησοῦς εἰςτὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον· οὐχ ἁπλῶς δὲ οἶνον, ἀλλ' οἶνον κάλλιστον. γʹ. Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῷ τῶν διὰ φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον. Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον· ὅτι δὲ ὑπὸ τοῦ Χριστοῦ γεγενημένος, οἱ τὸ ὕδωρ ἀντλήσαντες. Ὥστε εἰ καὶ μὴ τότε ἐξεκαλύφθη τὸ θαῦμα, ἀλλ' ὅμως εἰς τέλος σιγηθῆναι οὐκ εἶχεν· οὕτω πολλὰς καὶ ἀναγκαίας αὐτῷ πρὸς τὸ μέλλον προαπέθετο μαρτυρίας. Τοῦ μὲν γὰρ τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε· τοῦ δὲ καλὸν γενέσθαι τὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Εἰκὸς μὲν οὖν τὸν νυμφίον ἀποκρίνασθαί τι πρὸς ταῦτα, καὶ εἰπεῖν· πλὴν ἀλλ' ὁ εὐαγγελιστὴς ἐπειγόμενος πρὸς τὰ ἀναγκαιότερα τῶν πραγμάτων, ἁψάμενος τοῦ σημείου τούτου μόνον, παρέδραμε τὰ λοιπά. Τὸ γὰρ ἀναγκαῖον ἦν μαθεῖν, ὅτι οἶνον τὸ ὕδωρ ἐποίησε, καὶ οἶνον καλόν· τί δὲ πρὸς τὸν ἀρχιτρίκλινον εἶπεν ὁ νυμφίος, οὐκ ἔτι ἀναγκαῖον ἐνόμισεν εἶναι προσθεῖναι. Πολλὰ γὰρ τῶν σημείων πρότερον ὄντα ἀμυδρότερα, τοῦ χρόνου προϊόντος σαφέστερα