90
προσοῦσαν ἐν ἀναμαρτησίᾳ ἀρετήν· οτι δὲ σύμβολον ὁ μηρὸς τῶν προειρημένων δῆλον. καὶ γὰρ καὶ ὁ ̓Αβραάμ, ἐπὶ μνηστείαν πέμπων τὸν παῖδα, Θές φησι τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε τὸν θεὸν τοῦ οὐρανοῦ. τάχα διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα εσεσθαι σωτῆρα τὸ κατὰ σάρκα δύναται ὁ γενόμενος σὰρξ λόγος ειναι. νοεῖται ουν καὶ πιστεύεται ὁ μὲν λόγος ῥομφαία ειναι, ἡ δὲ σὰρξ μηρὸς τῷ ἐκεῖθεν τὴν ἀρχὴν εχειν τὴν σάρκα. ουτος δὲ πρὸς ον ὁ λόγος πᾶσαν ἀσθένειαν διαφυγὼν δυνατός ἐστι, τὴν φαιδρότητα τῆς θεότητος κάλλος καὶ ὡραιότητα εχων. 457 Ps 44,5 ̓Εντείνας δὲ οια τοξότης αριστος τόξον κατευοδοῦ τιτρώσκων εἰς ερωτα θεῖον τοὺς βαλλομένους. ἀναγνωστέον δὲ καὶ Κατευοδοῦ ισον τῷ Εὐοδίαν πάρεχε· καὶ πρὸς τούτοις βασίλευε τῶν βεβλημένων πόθῳ. ἡ δὲ αἰτία τοῦ βασιλεῦσαί σε τελειότης ἀρετῆς ἐστιν οὐκ ἐν πράξει μόνῃ ἀλλὰ καὶ γνώσει. τὸ γὰρ Ενεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης τοῦτο σημαίνει· βασίλευε γάρ φησιν ενεκα τοῦ γνωσθῆναι τὴν ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατορθωθῆναι τοῖς ὑπὸ τὴν σὴν ἀρχήν. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. ὁ κατὰ θεὸν πάντα πράττων ὑπὸ τῆς τῶν καλῶν πρακτικῆς δεξιᾶς ουσης θαυμαστῶς ὁδηγεῖται ἡγεμόνι αὐτῇ χρώμενος τῆς ἐπὶ τὸν σωτῆρα ὁδοῦ. καὶ ὁ σωτὴρ ουν ἐπιτελῶν δεξιῶς παραδόξους δυνάμεις ὑπὸ δεξιᾶς ἑαυτοῦ θαυμαστῶς ὁδηγεῖται. 458 Ps 44,6ab Οἱ τοῦ δυνατοῦ Χριστοῦ λόγοι βελῶν ἠκονισμένων δίκην βάλλουσιν τοὺς ἀκούοντας, ωστε πάντων προκρῖναι τὴν πρὸς αὐτὸν ἀκολούθησιν. τούτοις τοῖς βέλεσι τρωθέντες οἱ ἀπόστολοι, τὰ ἐν ποσὶ πάντα ἀποπεμψάμενοι, επεσθαι αὐτῷ καλῶς εχειν εκριναν· ἀλλὰ καὶ οἱ λαοὶ οἱ πρότερον φαύλην στάσιν εχοντες τῷ ἐν κακοῖς ἱδρύσθαι πληγέντες τούτοις τοῖς βέλεσιν ὑποκάτω αὐτοῦ επεσον, τουτέστιν ὑπετάγησαν αὐτῷ καὶ ὑπ' αὐτὸν γεγόνασιν. 459 Ps 44,6c 459 Οἱ ἐχθροὶ τοῦ βασιλέως Χριστοῦ πάντες οἱ ἁμαρτάνοντες. οταν ουν ἐν τῇ καρδίᾳ τούτων τὰ προειρημένα βέλη γένηται, πίπτουσιν ἀπὸ τῆς εχθρας τὸν βασιλέα γονυπετοῦντες. η τάχα οἱ λαοὶ οἱ ἑστηκότες ̓Εν τῇ καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κατὰ τὸ βούλημα τῆς εχθρας αὐτῶν βεβαιούμενοι, βληθέντες ὑπὸ τῶν βελῶν επεσαν ὑπὸ Χριστόν, τῇ καρδίᾳ τῶν ἐχθρῶν αὐτοῦ καταπεσόντες. 460 Ps 44,8 Εἰ δὲ ειη πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ταῦτα, ὁ υἱὸς τοῦ θεοῦ μισήσας τὴν πρὸ τῆς ἐπιδημίας αὐτοῦ πολιτευομένην ἀνομίαν, ἀγαπήσας δὲ τὴν ἐκ τῆς παρουσίας αὐτοῦ φυομένην ἐκ πίστεως δικαιοσύνην ἐπιδέδωκεν ἑαυτὸν εὐδοκίᾳ πατρικῇ ανθρωπος γενέσθαι καὶ χρισθῆναι ἐλαίῳ ἀγαλλιάσεως τουτέστιν τῷ ἁγίῳ πνεύματι. 461 Ps 44,9a Τὰ ἱμάτια τοῦ Χριστοῦ βασιλείως αμα καὶ ἱεραρχίως οντα πνεῖ σμύρνης δι' ον ἀνέλαβεν θάνατον (τοῦτο γὰρ τὸ αρωμα τοῖς θαπτομένοις νεκροῖς ἐπιβάλλεται), ἀλλὰ καὶ στακτῆς ουσης ἀπανθίσματος σμύρνης διὰ τὸ εχειν τι πλεῖον τὸν Χριστοῦ θάνατον ὑπὲρ σωτηρίας αλλων καὶ καταλύσεως διαβόλου γεγονέναι, καὶ κασσίας διὰ τὸν λόγον αὐτοῦ οντα διάπυρον· θερμαντικὸν γὰρ τὸ μῦρον τοῦτο. Χριστοῦ ουν ἱμάτια τὰ εὐλόγως περὶ αὐτοῦ θεολογούμενά ἐστιν. ἐπεὶ ουν προσελάβετο σὺν τοῖς αλλοις καὶ τὸ ὡς νεκρὸς ἀριστεύσας ὑμνεῖσθαι, εἰκότως ἐκ τῶν ἱματίων αὐτοῦ τὰ προειρημένα πνεῖ· τούτῳ συνᾴδει τὸ ̓Οσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. 462 Ps 44,9b.10a Βασιλεῖς ἐνταῦθα ῥητέον τοὺς Χριστῷ συμβασιλεύοντας ων αὐτὸς βασιλεὺς βασιλευόντων. τούτων θυγατέρες γεγόνασιν κατὰ διδασκαλίαν ας παιδεύουσι ψυχάς, μᾶλλον δὲ ἐκκλησίας· αιπερ θυγατέρες ἐν τιμῇ τοῦ ὑμνουμένου ουσαι ηυφραναν τὸν βασιλέα Χριστὸν ̓Απὸ βαρέων ἐλεφαντίνων. βαρεῖς δὲ ἐλεφαντίνας ἐρεῖς τὰς ὑψηλὰς θεολογίας· τὸ γὰρ ἐλεφάντινον, ὀδοὺς τυγχάνον, λόγου σύμβολόν ἐστιν· φωνητικὰ γὰρ οργανα καὶ οἱ ὀδόντες· βαρεῖς δ' εἰσὶν αἱ μεγάλαι οἰκίαι. ἐπεὶ ουν τὸν ἑαυτῶν λόγον ουτως ἐμεγάλυναν ὡς οικον μέγιστον θεωριῶν τῶν περὶ θεοῦ γενέσθαι, αἱ πολλαὶ τῶν βασιλέων θυγατέρες ἀπὸ τῶν προειρημένων βαρέων ἐλεφαντίνων ηυφραναν