91
Χριστόν. 463 Ps 44,10bc ̔Η τῷ Χριστῷ τῷ ἀληθινῷ βασιλεῖ ἀληθῶς σύζυγος γενομένη ψυχή, ητοι ἐκκλησία, βασιλίσσα διὰ τὸ ειναι νύμφη βασιλέως ὀνομάζεται, παραστᾶσα ἐκ δεξιῶν αὐτοῦ τῷ δεξιὰν ἐπέχειν στάσιν, ἐν ἀρετῇ δὲ καὶ πίστει τὴν ιδρυσιν εχουσα. αυτη δὲ καὶ ἱμάτια διάχρυσα εχει, Χριστὸν ἐνδυσαμένη· περιβέβληται δὲ καὶ πεποικιλμένη, τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ ἀναλαβοῦσα. οὐ προσκοπτέον δὲ εἰ αὐτὸς καὶ νύμφιος καὶ ενδυμά ἐστιν· κατὰ γὰρ αλλην καὶ αλλην σχέσιν καὶ ἐπίνοιαν ταῦτα ὑπάρχει, ωσπερ καὶ ποιμὴν καὶ ἀμνὸς καὶ αλλα μυρία εὑρίσκεται ἐν τοῖς Εὐαγγελίοις. 464 Ps 44,11 Μεταβολὴ προσώπου ἐμφαίνεται γενομένη· θεὸς γάρ ἐστιν ὁ προσφωνῶν τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ ην καὶ θυγατέρα αὐτοῦ ὀνομάζει. φησὶν γοῦν· ∆εξαμένη τοὺς ἐμοὺς λόγους, ω θύγατερ, ακουσον καὶ ἰδὲ αὐτῶν τὴν διάνοιαν ἐπιστήσασα αὐτοῖς· ετι γὰρ μᾶλλον πλεῖον θελήσεις τὸ ους σου κλῖναι ἐπὶ τὸ πλειόνως αὐτὰ καὶ ἐξεργαστικώτερον ἀκοῦσαι καὶ ποθῆσαι· ἀκολουθήσει δέ σοι λήθη τῶν ὁμοφύλων, μηκέτι θελησάσης σου τὰ αὐτὰ ἐκείνων περιστέλλειν εθη καὶ πάτρια· ἐπιλήσῃ δὲ καὶ τοῦ οικου τοῦ πατρός σου γεννήσαντός σε κατὰ κακίαν τοῦ διαβόλου. 465 Ps 44,12-14 ∆ιὰ τοῦτο σὲ καλῶ, θύγατερ, φησὶν πρὸς αὐτὴν ὁ θεός, ἐπὶ τῷ ποιῆσαι τὰ προστεταγμένα σοι· ἐπείπερ ὁ ἐμὸς υἱὸς βασιλεὺς ων ἐπεθύμησεν τοῦ ἐνυπάρχοντός σοι κάλλους κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμὴν γεγενημένης, αὐτὸς δ' ουν ουτος ὁ βασιλεὺς ἐπιθυμῶν τοῦ κάλλους σου οὐχ εις τῶν ὁμοτίμων σου τυγχάνει. Αὐτὸς γάρ ἐστιν ὁ κύριός σου· οὐ γὰρ αγγελος η ἀρχάγγελος η τις αλλος γενητὸς ων ὑπάρχει· αὐτῷ γὰρ καὶ προσκυνοῦσι πάντες. ἐπεὶ ουν θεοῦ τὸ προσκυνεῖσθαι, ισθι θεὸν οντα τὸν βασιλέα τὸν ἐπιθυμοῦντα τοῦ κάλλους σου, ος καὶ κύριός σού ἐστιν. Πρὸς τούτοις δ' ισθι οτι πολλὴν μεταβολὴν εσχες. θυγάτηρ γὰρ Τύρου ουσα δι' ην ειχες δεισιδαιμονίαν ἐμοῦ θυγάτηρ ἐχρημάτισας, ὡς λιτὰς τῷ προσώπῳ σου προσάγειν πάντας τοὺς πλουσίους τοῦ λαοῦ. τοῦ γὰρ ἐκ περιτομῆς λαοῦ πάντες οσοι πλουτοῦσιν κατὰ πίστιν καὶ τὴν τοῦ εὐαγγελίου ἀλήθειαν σοὶ προσέρχονται, τὸ πρόσωπόν σου λιτανεύοντες διὰ τὸ σύζυγον τῷ βασιλεῖ γεγονέναι. ὡς γὰρ πάλαι οἱ ἀπὸ τῶν ἐθνῶν τῇ κατὰ θεὸν θεραπείᾳ προσερχόμενοι τῷ ̓Ισραὴλ προσηλύτευον τὸ πρόσωπον αὐτοῦ παρακαλοῦντες, ουτω νῦν οἱ ἀπὸ τῶν ̓Ιουδαίων μετανοοῦντες προσφεύγουσιν τῇ τῶν ἐθνῶν ἐκκλησίᾳ ἀξιοῦντες ὑποδεχθῆναι παρ' αὐτῆς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς βασιλέων ̓Εσεβών. ̓Εσεβὼν ἑρμηνεύεται λογισμοί. ὁ βασιλεὺς δὲ τῶν λογισμῶν τῶν δικαίων οντων εστιν ὁ κύριος. τῆς ουν ὑμνουμένης θυγατρὸς Τύρου ἡ δόξα οὐκ αλλοθέν ἐστιν η ἀπὸ τοῦ βασιλέως τῶν λογισμῶν. ̓Ιστέον δὲ οτι πολλαχοῦ τῶν γραφῶν ἀντὶ τῆς νοητῆς οὐσίας λαμβάνεται ὁ χρυσός, ὡς εὐκαίρως δειχθήσεται. ἐπεὶ ουν ἐν τοῖς ἐνδύμασιν αὐτῆς τυγχανούσαις ἀρεταῖς συγκαθύφανται καὶ ὁ περὶ τῶν νοητῶν λόγος, μάλιστα ὁ περὶ τῆς τριάδος, κροσσωτὰ χρυσᾶ περιβέβληται οντα πεποικιλμένα διὰ τὸ πολύτροπον καὶ πολυειδὲς τῆς Χριστοῦ διδασκαλίας. 466 Ps 44,15a Τῆς λέξεως ἀσάφειαν ἐχούσης, ἐξ αλλης τὴν διάνοιαν αὐτῆς ληψόμεθα. ἐν τῷ Αισματι τῶν ᾀσμάτων τὰς διαφορὰς τῶν Χριστῷ προσερχομένων ψυχῶν ἑρμηνεύων ὁ λόγος φησίν· Εἰσὶ βασίλισσαι καὶ παλλακαὶ καὶ νεάνιδες ων οὐκ εστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου· ὡς περὶ ταύτης εἰρῆσθαι Ειδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν· ἐξ ων δείκνυται αλλη ουσα παρὰ τὰς θυγατέρας αι ειρηνται νεάνιδες καὶ παλλακαὶ καὶ βασιλίδες. δηλοῦται δὲ ἐκ τῶν λέξεων τούτων ὡς αρα αἱ Χριστῷ προσερχόμεναι ψυχαὶ αἱ μὲν ουπω καιρὸν εχουσαι γάμου νεάνιδές εἰσιν, αἱ δὲ συνελθοῦσαι αὐτῷ ηδη ἀνακραθέντι αὐταῖς αἱ μὲν εὐγένιδες καὶ ὑπεραναβεβηκυῖαι τὸν ἐν εξ ἡμέραις γενόμενον κόσμον ̔Εξηκοντά εἰσι βασίλισσαι, αἱ δὲ τὴν ὀκταήμερον περιτομὴν λαβοῦσαι ἀκμὴν τὸ τῆς δουλείας εχουσαι πνεῦμα ̓Ογδοήκοντα παλλακίδες εἰσίν· ἡ