92
δὲ πάσας ὑπερέχουσα κατὰ τὸ πνεῦμα πεποιωμένη ωστ' ειναι περιστερὰ τελεία τοῦ λόγου ἡ ενδοξος ἐκκλησία ἐστὶν ἡ μὴ εχουσα σπίλον η ῥυτίδα η τι τῶν τοιούτων. ταύτην τὴν ἐκκλησίαν ὑμνῶν ὁ ψαλμῳδὸς ἐν τοῖς πρὸ τούτου στίχοις τὰ νῦν φησι μετ' ἐκείνην ἐνεχθήσεσθαι τῷ νυμφίῳ αὐτῆς βασιλεῖ τὰς νεανίδας τὰς πάλαι μὲν ωραν συμβιώσεως οὐκ ἐχούσας, νῦν δὲ διὰ τὸ τελειωθῆναι προσαγομένας εἰς τὸν θάλαμον, οπως συγκαθευδήσασαι τῷ βασιλεῖ ἀναληφθῶσιν εἰς τὸ μέλη γενέσθαι τῆς μιᾶς τελείας νύμφης οὐκέτι αλλαι παρὰ ταύτην τυγχάνουσαι ὡς οτε ἀτελεῖς ησαν. 467 Ps 44,15b Εἰ καὶ πολλαὶ ἀδιάφθοροι ειεν ψυχαὶ ας παρθένους εθος καλεῖν, ἀλλ' οὐ πᾶσαι ηδη ἀποφέρονται τῷ βασιλεῖ ἀλλ' αἱ πλησίον καὶ ἐγγὺς γενόμεναι τῇ διαθέσει τῆς τελείας νύμφης. ευ δὲ καὶ τὸ ̓Απενεχθήσονται· αἱ γὰρ πεῖραν μὴ εχουσαι τοῦ νυμφίου λόγου οὐχ οιαί τέ εἰσι δι' ἑαυτῶν πρὸς αὐτὸν ἰέναι· αγουσι δ' αὐτὰς πρὸς αὐτὸν οἱ τὰ προπαιδεύματα αὐταῖς παραδιδόντες· εἰσὶ δ' ουτοι νόμος καὶ προφῆται. 468 Ps 44,17 468 ̓Επεὶ πρὸς τὸν Χριστὸν λέγεται σχεδὸν τὰ πάντα τοῦ ψαλμοῦ, καὶ ουτος ὁ στίχος λέγοι αν οτι ἀνθ' ων ειχες κατὰ σάρκα πατέρων, τουτέστι τῶν ἐκ περιτομῆς, ἐγεννήθησάν σοι ἐκ τοῦ αὐτοῦ γένους υἱοὶ προσηκάμενοι τὸν εὐαγγελικὸν λόγον. τούτους δὲ καὶ κατέστησας αρχοντες ἐπὶ πᾶσαν τὴν γῆν, φάσκων αὐτοῖς Πορευθέντες μαθητεύσατε πάντα τὰ εθνη, μάρτυρες αὐτοῦ οια υπαρχοι βασιλέως γενόμενοι εως ἐσχάτου τῆς γῆς. 469 Ps 44,18 ∆ιὰ τοῦτο λαοὶ εὐχαριστητικῶς ἐξομολογήσονται οὐκ ἐφ' ενα η δεύτερον αἰῶνα ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. τὴν γὰρ ἐφ' ἁμαρτίαις ἐξομολόγησιν οὐκ ἐπιτρεπόμεθα νῦν ὀνομάζειν. απαξ γὰρ καὶ οὐκ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αυτη γίνεται· μόνον γὰρ ἐν τούτῳ τῷ αἰῶνι μετανοεῖν καὶ ἐξομολογεῖσθαι οιόν τε. εἰ δὲ Μνησθήσονται εχει καθ' ἑτέραν γραφὴν ἀντὶ τοῦ Οἱ πρὸς σοῦ αρχειν κεχειροτονημένοι, τοῦ ὀνόματός σου μνησθήσονται ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ τῷ εἰς πάντας τοὺς αἰῶνας παρατείνειν σου τὴν βασιλείαν.
470 Ps 45,1 Εθος τὰ ἀσαφῶς λεγόμενα δι' οἰκονομίαν τινὰ κρύφια καλεῖν·
κατὰ τοῦτο γὰρ καὶ ἡ τοῦ θεοῦ σοφία ἐν μυστηρίῳ ἀποκεκρυμμένη ἐστίν· ουτω καὶ Οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι ειρηνται. εστιν ουν καὶ τούτων τῶν κρυφίων τέλος οἱονεὶ σκοπὸς ητοι τὸ λαθεῖν τοὺς ἀναξίους τὴν τῶν θείων γνῶσιν, η οι αν πόθον εχοντες καταλήψεως τῆς θείας γνώσεως, πόνοις καὶ ἀσκήσεσιν ἐπιδόντες ἑαυτούς, τύχωσι τοῦ σκοποῦ. 471 Ps 45,2 Οὐ πάντων ὁ θεός ἐστιν η τῶν ἀποταξαμένων πάσῃ ἀνθρωπίνῃ καταφυγῇ τε καὶ δυνάμει. καταφεύγοντες γὰρ πρὸς τὸν θεὸν πᾶσαν ἀσφάλειαν εχουσιν καὶ δύναμιν τῷ μετέχειν αὐτοῦ, ὡς λέγειν κατὰ τὸν ἀπόστολον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. τὸ Σφόδρα ἀμφιβόλως κεῖται· η γὰρ βοηθὸς σφόδρα ἐστὶν ἐν ταῖς εὑρισκούσαις ἡμᾶς θλίψεσιν, η ἐν ταῖς σφόδρα εὑρισκούσαις ἡμᾶς θλίψεσιν βοηθός ἐστιν. 472 Ps 45,3b Ορη μετατιθέμενα ἐν καρδίαις θαλασσῶν οὐ τὰ αἰσθητὰ τυγχάνοντα μέρη γῆς ἡγητέον, ἀλλὰ πονηρὰς δυνάμεις μετατιθεμένας εἰς τὰς τεταραγμένας ὑπὸ τρικυμιῶν παθῶν ψυχάς, ενθα ἁλμυρόν τι πόμα κακίας καὶ πικρότης ἠθῶν. ἀμέλει καὶ ὁ σωτὴρ πρὸς τοὺς μαθητὰς ̓Εὰν εχητε εφη πίστιν ὡς κόκκον σινάπεως, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ καν τῷ ορει τούτῳ ειπητε Αρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, οὐδὲν ἀδυνατήσει ὑμῖν· δεικνύμενον δὲ ορος ὑπὸ τοῦ σωτῆρος οὐκ αλλο παρεκτὸς τῆς ἀντικειμένης δυνάμεως. καὶ γὰρ περὶ τοῦ κινοῦντος τὸν σεληνιασμὸν δαίμονος πάλιν ειπεν ̓Εὰν εχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ορει τούτῳ μεταβῆναι ἐντεῦθεν ἐκεῖ, τὴν τελειοτάτην πίστιν κόκκῳ σινάπεως παραβάλλων. καὶ γὰρ ὁ ἀπόστολος ̓Εὰν εχω φησὶν πᾶσαν πίστιν ωστε ορη μεθιστάνειν. 473 Ps 45,4b Τῇ Χριστοῦ