1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

93

κραταιότητι ἐταράχθη τὰ πονηρὰ πνεύματα, ψυχῶν καὶ σωμάτων τῶν προκατεσχημένων ἐλαυνόμενα. μέγα γὰρ ἐφ' ἑαυτοῖς τὰ ορη ταῦτα φρονοῦντα, ἐξαπιναίως ἰδόντα τὸν μετ' ἐξουσίας ἐλαύνοντα ἐνέπεσον εἰς ταραχήν. 474 Ps 45,5a Πόλιν θεοῦ ητοι τὴν ἐκκλησίαν η τὴν ̔Ιερουσαλὴμ τὴν ἐπουράνιον νομιστέον λέγεσθαι. Ταύτην τὴν ἑκατέρως χρηματίζουσαν πόλιν τοῦ θεοῦ εὐφραίνουσιν τὰ ὁρμήματα τοῦ ποταμοῦ. ποταμὸς δέ ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ ἐξ ̓Εδὲμ τῆς θείας τρυφῆς ἐκπορευόμενος καὶ πάντα τὸν πνευματικὸν παράδεισον ἐπάρδων καὶ πάντας καλῶν πρὸς ἑαυτὸν Ει τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁρμήματα δ' αὐτοῦ αἱ κατὰ μέρους διδασκαλίαι η εννοιαι ας ὑποβάλλει τῇ ψυχῇ. 475 Ps 45,5b ̔Ο υψιστος κατ' οὐσίαν αγιος ὑπάρχων μεταδοτικὸς ἁγιότητός ἐστιν· οθεν ἁγιάζει πάντας τοὺς ἐν οις κατασκηνοῖ, σκήνωμα αὐτοῦ καλουμένους. δύναται δὲ καὶ ο ἀνέλαβε σῶμα ἐκ τῆς παρθένου σκήνωμα αὐτοῦ τυγχάνον ἁγιάζειν ἐν αὐτῷ γεγενημένου. συνῳδὸν τούτῳ Τὸ γεννώμενον ἐν σοὶ αγιον κληθήσεται υἱὸς θεοῦ ζῶντος. 476 Ps 45,6a ̔Ο θεὸς ἐν μέσῳ τῆς πόλεως ἱδρυμένος οὐ σαλευθήσεται, οὐ καταλιμπάνων αὐτὴν διὰ τὴν προσοῦσαν αὐτῇ ἀναμαρτησίαν. σαλεύεται γὰρ ἀπὸ τῶν ἁμαρτανόντων· οθεν καὶ τῷ ̓Αδὰμ τὸ ἁμαρτάνειν περιπατῶν εὑρίσκεται, καὶ ἐν τῷ Ζαχαρίᾳ φησὶν Πορεύσεται ἐν σάλῳ ἀπειλῆς ὁ κύριος. 477 Ps 45,6b ̔Ετέρα δ' ἐστὶν γραφὴ ἡ λέγουσα Βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ. σῴζει γὰρ αὐτῆς τὸ κάλλος ατρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι οτ' αν ταραχὴν δέξηται τῶν ἀντικειμένων. εως μὲν γὰρ ἀδιάβλητον εχει τὴν πίστιν ἐν ἑαυτῇ ἡ ψυχὴ καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλλος εχει τὸ νοητὸν ῳ καὶ αὐτὸς ἐπιγάνυται Χριστός. παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς εχει, ἀλλ' οὐ πείσεται τοῦτο, φησίν, ἡ ἐκκλησία· σῴζει γὰρ αὐτῆς τὸ κάλλος. 478 Ps 45,7a Εθνη τὰ στίφη τῶν κατ' αὐτῆς στρατευομένων δαιμόνων ὀνομάζει. οτ' αν ουν ταῦτα θεάσωνται τοῦ σωτῆρος τὴν ενσαρκον ἐπιφάνειαν, ταράττονται κατὰ τῆς αὐτοῦ ἐκκλησίας η καὶ δέους πληροῦνται. τηνικαῦτα δὲ ἀκολουθήσει καὶ τὸ κλιθῆναι τὰς ψεκτὰς βασιλείας καθ' ας ἐβασίλευσεν ὁ θάνατος καὶ ἡ ἁμαρτία. εἰ δὲ καὶ βασιλείαν λέγοις τοὺς βασιλευομένους, ἐκλίθησαν καὶ ουτοι ἐκ πλάνης εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐκ κακίας εἰς ἀρετὴν ῥέψαντες. 479 Ps 45,7b.8 Σιωπῶντος θεοῦ βεβαιότητα καὶ στάσιν εχειν δοκεῖ τὰ γήϊνα καὶ ὑλικὰ πράγματα, κλονούμενα θεοῦ φωνὴν δεδωκότος· οτ' αν γὰρ ὁ θεὸς ἐμβοήσῃ τῇ διανοίᾳ, εὐθὺς μετακινεῖται ταύτης πᾶν ει τι γεῶδες. Καὶ ἐπὶ θεοῦ τὴν κατὰ τὸ εὐαγγέλιον φωνὴν δεδωκότος ἡ γῆ σεσάλευται, μετατιθεμένων ἁπάντων τῶν ἐπ' αὐτῆς ἐθῶν, νομίμων πατρίων, χρηστηρίων καὶ ει τι ετερον τῆς δυσσεβοῦς ἀπάτης, ταραττομένων τῶν ἐθνῶν καὶ κλινουσῶν τῶν βασιλειῶν· τῆς γῆς σαλευομένης, ἡμεῖς θαρροῦμεν μεθ' ἑαυτῶν εχοντες τὸν τῶν δυνάμεων κύριον ἀντιλαμβανόμενον ἡμῶν τὸν θεὸν ̓Ιακώβ. Ωσπερ δὲ ὁ ποιῶν τὰ εργα τοῦ ̓Αβραὰμ τέκνον αὐτοῦ ἐστιν, ουτως ὁ τὴν ασκησιν τοῦ ̓Ιακὼβ μιμούμενος τυγχάνει υἱὸς αὐτοῦ, ἀντίληψιν εχων παρὰ τοῦ θεοῦ ̓Ιακώβ. 480 Ps 45,9a Καλεῖ δὲ τὸ πνεῦμα τὸ αγιον ἐπὶ τὴν τούτων κατανόησιν τοὺς ὀξὺ καθορῶντας διὰ μὲν τοῦ ∆εῦτε συνεγγίζειν αὐτούς, διὰ δὲ τοῦ Ιδετε ἀτενίζειν τῇ ἀληθείᾳ παρασκευάζων. 481 Ps 45,9b ̓Επλήρωσαν δὲ καὶ τεράτων τὴν οἰκουμένην οἱ ἀπόστολοι, πανταχῇ διατρέχοντες καὶ τά τε δι' αὐτοῦ γεγονότα διηγούμενοι καὶ ἐν ὀνόματι αὐτοῦ θαυματουργοῦντες. δύναται καὶ καλεῖν ὁ λόγος τὰ εθνη ἐκ τῶν ὁρωμένων περὶ τὴν κτίσιν θαυμάτων τὸν ταύτης ἐπιγνῶναι δημιουργόν. 482 Ps 45,10 ̓Ελθὼν καὶ καταλύσας διάβολον τὸν τὸ κράτος εχοντα τοῦ θανάτου καὶ τὰς αλλας πονηρὰς δυνάμεις, ἀντανεῖλεν πολέμους εως τῶν περάτων τῆς γῆς, τουτέστι τῶν περασάντων ἀπὸ γηΐνων· συντρίβων τὸ τόξον ἀφ' ου ἠφίετο τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη ἀλλὰ καὶ πυρὶ κατακαύσει τὸν θυρεὸν τῆς ἀπιστίας ἐναντίως