93
τῷ τοῦ οἴκου ∆εσπότῃ καὶ ἐν αὐτῷ θεραπευομένῳ ἔμελλεν ἐναντιοῦσθαι. Ἦν μὲν οὖν ἱκανὰ καὶ τὰ πρότερα ἔτη, ἐν οἷς κατὰ τὸν νόμον ἐβίω, δεῖξαι τὴν πρὸς τὸν νομοθέτην αἰδὼ, καὶ ὅτι οὐκ ἀντινομοθετῶν ἦλθεν· ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ ∆εσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν· Εἰ γὰρ ὑποκρινόμενος ταῦτα ἐποίει, παραινέσαι ἐχρῆν μόνον· τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ' ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα· οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου. ∆ιὰ τοῦτο οὐδὲ δι' ὧν ποιεῖ μόνον, ἀλλὰ καὶ δι' ὧν λέγει, δείκνυσι τὴν πρὸς αὐτὸν συμφωνίαν· οὐδὲ γὰρ εἶπε, Τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ, Τὸν οἶκον τοῦ Πατρός μου. Ἰδοὺ καὶ Πατέρα καλεῖ, καὶ οὐκ ὀργίζονται· ᾤοντο γὰρ ἁπλῶς αὐτὸν λέγειν. Ἐπειδὴ δὲ προϊὼν τρανότερον ἐφθέγγετο, ὡς ἐκείνην παραστῆσαι τὴν διάνοιαν τὴν τῆς ἰσότητος, τότε ἀγριαίνουσιν. Τί οὖν ἐκεῖνοι; Τί σημεῖον δεικνύεις ἡμῖν, φησὶν, ὅτι ταῦτα ποιεῖς; Ὢ τῆς ἐσχάτης 59.141 μανίας! Σημείου γὰρ χρεία ἦν, ὥστε τὰ κακῶς γινόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; τὸ δὲ ζῆλον τοιοῦτον λαβεῖν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, οὐ μέγιστον σημεῖον ἀρετῆς ἦν; Οἱ γοῦν εὐγνώμονες καὶ ἐντεῦθεν ἐδείκνυντο. Καὶ γὰρ ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ τότε, φησὶν, ὅτι ἔστι γεγραμμένον· Ὁ ζῆλος τοῦ οἴκου σου κατεφάγησέ με. Ἀλλ' οὐκ ἐκεῖνοι τῆς προφητείας ἐμνήσθησαν, ἀλλὰ, Τί σημεῖον δεικνύεις ἡμῖν; ἔλεγον, ἅμα μὲν ὑπὲρ τῆς αἰσχροκερδείας τῆς ἑαυτῶν ἀλγοῦντες ἐκκοπτομένης, καὶ προσδοκῶντες ταύτῃ κωλύειν αὐτὸν, καὶ ἐκκαλέσασθαι εἰς θαῦμα βουλόμενοι, καὶ ἐπισκῆψαι τοῖς γινομένοις. ∆ιὰ τοῦτο οὐδὲ δίδωσιν αὐτοῖς σημεῖον. Ἐπεὶ καὶ πρότερον προσελθοῦσι καὶ αἰτοῦσι, τὸ αὐτὸ ἀπεκρίνατο· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Ἀλλὰ τότε μὲν σαφέστερον, νυνὶ δὲ αἰνιγματωδέστερον. Ποιεῖ δὲ τοῦτο διὰ τὴν ἐσχάτην αὐτῶν ἀναισθησίαν. Οὐ γὰρ ἂν ὁ μὴ αἰτοῦντας προλαμβάνων καὶ σημεῖα διδοὺς, οὗτος αἰτοῦντας ἂν ἀπεστράφη, εἰ μὴ τὴν διάνοιαν αὐτῶν εἶδε πονηρὰν οὖσαν καὶ δολερὰν, καὶ ὕπουλον αὐτῶν τὴν προαίρεσιν. Αὐτὸ γὰρ εὐθέως τὸ ἐρώτημα ἐννόησον ὅσης κακίας μεστὸν ἦν. ∆έον γὰρ αὐτὸν ἀποδέξασθαι τῆς σπουδῆς καὶ τοῦ ζήλου, δέον ἐκπλαγῆναι, ὅτι τοσαύτην τοῦ οἴκου ποιεῖται πρόνοιαν, οἱ δὲ ἐγκαλοῦσι, καπηλεύειν ἐξεῖναι λέγοντες, λύειν δὲ τὴν καπηλείαν οὐκ ἐξὸν εἶναι, ἂν μὴ σημεῖόν τι ἐπιδείξηται. Τί οὖν ὁ Χριστός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πολλὰ τοιαῦτα φθέγγεται, τοῖς μὲν τότε ἀκούουσιν οὐκ ὄντα δῆλα, τοῖς δὲ μετὰ ταῦτα, ἐσόμενα. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Ἵνα δειχθῇ προειδὼς ἄνωθεν τὰ μετὰ ταῦτα, ὅταν ἐξέλθῃ καὶ τῆς προῤῥήσεως τὸ τέλος· ὃ δὴ καὶ ἐπὶ τῆς προφητείας ταύτης γέγονεν. Ὅτε γὰρ, φησὶν, ἠγέρθη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε· καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς. Ὅτε δὲ ἐλέγετο, οἱ μὲν ἠποροῦντο τί ποτ' ἂν εἴη τὸ εἰρημένον, οἱ δὲ ἀμφέβαλλον, λέγοντες· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Τεσσαράκοντα δὲ καὶ ἓξ ἔτη ἔλεγον, τὴν ὑστέραν οἰκοδομὴν δηλοῦντες· ἡ γὰρ προτέρα εἰς εἴκοσιν ἐτῶν ἀπηρτίσθη χρόνον. γʹ. Τίνος οὖν ἕνεκεν οὐκ ἔλυσε τὸ αἴνιγμα, καὶ εἶπεν, ὅτι Οὐ περὶ τοῦ ναοῦ λέγω τούτου, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς ἐμῆς, ἀλλ' ὁ μὲν εὐαγγελιστὴς ὕστερον γράφων τὸ Εὐαγγέλιον, ἑρμηνεύει τὸ εἰρημένον, αὐτὸς δὲ ἐσίγησε τότε; Τίνος οὖν ἕνεκεν ἐσίγησεν; Ὅτι οὐκ