1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

94

εχοντα τῷ θυρεῷ τῆς πίστεως. 483 Ps 45,11a Οὐδεὶς ἁμαρτάνων καὶ πλάνῃ σχολάζων γνῶναι θεὸν δύναται· Πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ εγνωκεν αὐτόν. ὁ βουλόμενος ουν γνῶναι θεόν, πάσῃ ἀσχολίᾳ ἀποταξάμενος, γνώσεται τίς ὁ θεός ἐστιν, ῃ φησιν τὸ παρὸν λόγιον Σχολάσατε καὶ γνῶτε. τοῦτο τοίνυν ὁ τῆς Αἰγύπτου τύραννος νοήσας ἀσχολίαις ὑποβάλλει τοὺς ̔Εβραίους, οπως μὴ ἐπισπῶνται θεόν, Σχολάζετε λέγων Σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν καὶ λατρεύσωμεν τῷ θεῷ ἡμῶν.

484 Ps 46,2a ̓Επεὶ αἱ χεῖρες ἀντὶ τῶν πράξεων πολλάκις ειρηνται, επραττε δὲ

τὰ εθνη διάφορα κατὰ τὰ ποικίλα πάτρια πρὸ τῆς ἐπιδημίας, ὁ σωτὴρ εἰς ἀνθρώπους φοιτήσας προστάττει κρότον γενέσθαι, τουτέστιν συμφωνίαν τῶν πρακτικῶν δυνάμεων τῶν ἐθνῶν τροπικῶς χειρῶν ὀνομαζομένων. 485 Ps 46,2bβ Οὐ μόνον ἀπαρκεῖ πρὸς σωτηρίαν πράξεως συμφωνία, εἰ μὴ καὶ φρόνημα ὀρθὸν σὺν τούτοις ειη. διὸ καὶ ἀλάλαξειν ̓Εν φωνῇ ἀγαλλιάσεως μετὰ τοῦ κρότου προστάττει τοῖς εθνεσιν. 486 Ps 46,3a Εστιν δὲ φοβερὸς καὶ τῷ σεβάσμιος ειναι, ὡς εὐλάβειαν εἰς αὐτὸν εχειν τοὺς ἐννοοῦντας αὐτόν. 487 Ps 46,3b Οὐκ ἀμφίβολον εἰ τῶν ὑπερκειμένων βασιλεύει. περὶ τῆς γῆς δὲ ἀμφιβαλλόντων τινῶν, εἰ καὶ αὐτῆς κρατεῖ, λέγεται ὁ προκείμενος στίχος καὶ μάλιστα διὰ τοὺς περιγράφοντας τὴν πρόνοιαν μέχρι τῆς σεληνιακῆς σφαίρας οὐ βουλομένους τὰ ὑπὸ γῆν ὑπὸ πρόνοιαν ειναι. 488 Ps 46,4.5 Νοήσεις δὲ καὶ ουτως· ὑπέταξεν τοῖς ἁγίοις ἀποστόλοις τοὺς ἐκ περιτομῆς λαοὺς καὶ τὰ εθνη ὑπὸ τοὺς πόδας αὐτῶν, πάντων ἀνθρώπων αρχοντας καὶ διδασκάλους χειροτονήσας αὐτούς, ἐκλεξάμενος τὴν κληρονομίαν ἑαυτοῦ οὐχ ἑτέραν ουσαν τοῦ ̓Ισραὴλ καὶ τοῦ ̓Ιακὼβ τὴν ἐκλογὴν ην αὐτὸς ἐκλεξάμενος ἠγάπησεν. ̓Ιακὼβ δὲ τὸν πάντα λαὸν τῶν ̔Εβραίων φησίν. ἐκ τούτου γνωρίζεται τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ τὴν καλλονὴν οὐκ αλλο τι τοῦ ̓Ιακὼβ ἀγαπήσαντος· ̓Εν παντὶ γὰρ εθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 489 Ps 46,6 Φωνὴ δὲ ασημος καταπεσόντων πολεμίων ὁ ἀλαλαγμὸς ἐν ῳ ανεισιν αὐτός· ἀναβαίνει δὲ ὑπεράνω τῆς νοήσεως ἡμῶν εὑρισκόμενος. εοικεν τὴν μεγαλοφωνίαν καὶ τὸ διάτορον τῶν δογμάτων φωνὴ σάλπιγγος ὀνομάζεσθαι· ἐπὶ γὰρ τοῦ φανεροῦ καὶ ἐν τῷ Εὐαγγελίῳ σάλπιγξ λαμβάνεται ὡς ἐν τῷ λέγειν Σὺ δὲ ποιῶν ἐλεημοσύνην μὴ σαλπίσῃς εμπροσθέν σου, ο ἐστιν μὴ φανερώσῃς. 490 Ps 46,7 Μὴ μόνον αἰσθητῶς κατὰ τὴν σκιὰν τοῦ νόμου ἀλλὰ καὶ πνευματικῶς κατὰ τὸ εὐαγγέλιον ψάλατε. η τάχα διὰ τοῦ διπλασιασμοῦ τὸ ἀδιαστάτως καὶ διηνεκῶς τοῦτο ποιεῖν προστάττει. τὸν δ' αὐτὸν διπλασιασμὸν τοῦ ψάλλειν ἐπὶ τὸν βασιλέα Χριστὸν ἀνάγειν δεῖ· ῃ μὲν γὰρ δημιουργός, θεός, ῃ δὲ προνοητικός, βασιλεύς ἐστιν. τῷ γοῦν αὐτῷ οντι θεῷ καὶ βασιλεῖ ψάλλειν ἀδιαστάτως δεῖ. 491 Ps 46,8b Τὸν ψάλλοντα δεῖ καὶ νόησιν τῶν προφερομένων ἐν τῇ ᾠδῇ εχειν. οὐ γὰρ περὶ τὴν κλάσιν καὶ τὸ μέλος τῆς φωνῆς καταγίνεσθαι προηγουμένως δεῖ ἀλλὰ συνεῖναι τὰ ψαλλόμενα. τοὺς γὰρ μὴ ουτω ψάλλοντας ἀλλὰ μόνον ηχον ἀποτελοῦντας παραιτεῖται θεὸς λέγων Μετάστησον ἀπ' ἐμοῦ ηχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. ψάλλει δὲ συνετῶς ὁ πράττων κατὰ τὰ θεῖα παιδεύματα καὶ νοῶν αὐτά. 492 Ps 46,10a Οἱ τῶν λαῶν αρχοντες οἱ ἀπόστολοι η οἱ ἡγούμενοι τῶν ἐκκλησιῶν εἰσιν, συναγόμενοι μετὰ τοῦ θεοῦ ̓Αβραάμ, ινα προσαγάγωσι τοὺς πρὸς αὐτὸν ὠφελουμένους λαούς· καὶ γὰρ αὐτῶν θεός ἐστι τεκνῶν γενομένων τοῦ ̓Αβραάμ. ἐπίστησον δὲ εἰ αρχοντες τῶν λαῶν ειναι δύνανται αγγελοι περὶ ων ειρηται Εστησεν ορια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, οιτινες καὶ συνάγονται μετὰ τοῦ θεοῦ ̓Αβραάμ, ἐπεὶ διὰ πίστεως υἱοποιήθησαν τῷ ̓Αβραὰμ αἱ μερίδες ων τυγχάνουσιν αρχοντες. 493 Ps 46,10b Κραταιοὶ τῆς γῆς οἱ