95
ἐξ ἀνθρώπων ὀρθῶς πολιτευσάμενοι, ἐπαιρόμενοι τῷ τὰ ανω φρονεῖν τῷ τὰ ανω ζητεῖν. ουτοι γὰρ σφόδρα ἐπαρθέντες, γνώσει θείᾳ καὶ ἀρετῇ μετεωριζόμενοι, τοῦ θεοῦ γεγένηνται· οἱ γὰρ κραταιοὶ τῆς γῆς τοῦ θεοῦ κτῆμα γεγενημένοι ἐπήρθησαν.
494 Ps 47,3a Τὸ πάσης τῆς γῆς ἀγαλλίαμα ευριζον καὶ ἀγαθὰς ῥίζας εχον
ἐστίν, τάχα οὐχ ετερον ον τοῦ εἰπόντος ̓Εγώ εἰμι ἡ αμπελος ἡ ἀληθινή. αὐτὸς γάρ ἐστι τὸ ἀγαλλίαμα πάσης τῆς γῆς, αιτιος καὶ χορηγὸς τυγχάνων ἀγαλλιάσεως. 495 Ps 47,3b Οὐκ οιδ' ὁπόθεν κινηθέντες τινὲς ᾠήθησαν ενθα πέπονθεν ὁ σωτὴρ σημαίνεσθαι ἐκ τῆς προκειμένης λέξεως· φασὶ γὰρ τὸν σωτῆρα ἐσταυρῶσθαι ἐν τοῖς βορείοις πλευροῖς τῆς Σιών, ἐκεῖσε τυγχάνοντος τοῦ κρανίου τόπου. 496 Ps 47,3b-4 ̔Ημεῖς δέ φαμεν, ἑπόμενοι πολλαῖς γραφαῖς, τὸν βορρᾶν οὐκ αλλον ειναι η τὸν διάβολον κατὰ τὸ ̓Εξεγείρου, βορρᾶ, καὶ ερχου, νότε. τούτου ουν πλευρὰ οἱ πονηροὶ ανθρωποι, ωσπερ καὶ αρχοντος πλευρά φασιν τοὺς δορυφόρους αὐτοῦ. οἱ πονηροὶ ουν ανθρωποι οἱ δορυφοροῦντες τὸν διάβολον, πλευρὰ αὐτοῦ πρότερον οντες, εἰς τοσοῦτον μεταβάλλοντες κατ' ἀρετὴν διέπρεψαν, ὡς μὴ ἁπλῶς τὴν Σιὼν χρηματίσαι ἀλλ' ορη αὐτῆς ἀποδειχθῆναι. Παῦλος ουν οτε προδότης ην πλευρὸν τυγχάνων τοῦ βορρᾶ, μεταβαλλόμενος ορος τῆς ἐκκλησίας τυγχανούσης Σιὼν ἐχρημάτισεν. καὶ ἐπεὶ ἡ γυνὴ πλευρὰ τοῦ ἀνδρὸς λέγεται, καὶ αἱ γενόμεναι ψυχαὶ σύζυγοι τῷ διαβόλῳ, πλευρὰ αὐτοῦ τυγχάνουσαι διὰ τῆς πρὸς ἐκεῖνον κοινωνίας, ορη τῆς Σιὼν διὰ μεταβολῆς γεγένηνται, ὡς καὶ πόλιν αὐτοῦ τοῦ μεγάλου βασιλέως Χριστοῦ χρηματίσαι. Αυτη γὰρ ἡ λέξις τοῦτο βούλεται, ορη λέγουσα Σιὼν τὰ πάλαι πλευρὰ τοῦ βορρᾶ η τοῦ βασιλέως τοῦ μεγάλου, μέγαν πάλιν βασιλέα καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ μεγέθους νοούντων ἡμῶν. ταύτης δὲ τῆς πόλεως ειεν καὶ βάρεις τινὲς ὑψηλαὶ καὶ μεγάλαι οἰκεῖαι ἐν αις ὁ θεὸς γινώσκεται οταν ἀντιλαμβάνηται τῆς πόλεως. αυται αἱ βάρεις ὁμογενεῖς εἰσιν τῇ οἰκίᾳ ην οἰκοδομεῖ ἐπὶ τὴν πέτραν ὁ τοὺς ̓Ιησοῦ λόγους ἀκούσας καὶ ποιήσας. 497 Ps 47,5-8 ̓Εν τῇ πόλει οἱ βασιλεῖς ἐληλυθότες καὶ εἰς αὐτὴν συναχθέντες, ἐπὶ τὸ αὐτὸ γεγενημένοι καταρτισθέντες τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· εἰσὶν δὲ οἱ βασιλεῖς ουτοι οἱ κατὰ θεὸν βασιλεύσαντες, οιος ην ̓Αβραὰμ πρὸς ον ειπόν τινες καίτοι οὐκ αἰσθητῶς βασιλεύοντα· Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. Ουτοι ἰδόντες τοὺς πάλαι πλευρὰ οντας τοῦ βορρᾶ εἰς τοσοῦτον υψος ἀναβάντας ὡς ειναι τῆς Σιὼν ορη ἐθαύμασαν, ἐκπλαγέντες τὴν περὶ τὴν λογικὴν φύσιν γινομένην τροπήν. οτ' αν δὲ καὶ ἐκ φαύλων σπουδαίους καὶ σοφοὺς γινομένους ιδοι τις, θαυμάσας τὴν μεταβολὴν εἰ σκοπήσοι οτι ἀνάπαλιν ἐνδέχεται γενέσθαι τοὺς σπουδαίους καὶ σοφοὺς μεταπεσεῖν δυναμένους, τοῦτ' ἐννοηθεὶς καὶ τοῖς πάνυ προκόψασιν κατ' ἀρετὴν τάραχον ἐμποιήσει καὶ κλόνον, ὡς τὸν ἐκ δέους τρόμον ἐπιλαβέσθαι αὐτῶν. τούτῳ συνῳδὸν τὸ ̓Εν τόποις ἀσεβῶν στένουσιν δίκαιοι· ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. ̓Εκεῖ ὠδῖνες ὡς τικτούσης. ἐν τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου εἰκὸς ειναι ψυχὰς ἐγκύμονας ἀπὸ τοῦ νυμφίου γεγενημένας, αι καὶ μορφώσασαι τὰς παρ' αὐτοῦ καταβεβλημένας γονὰς καιρὸν εχουσιν ἀποτέξεως, ὡς καὶ ὠδινῆσαι ἐπὶ τῷ μητέρας γεννημάτων γενέσθαι. δύναται δὲ τὸ τῶν ὠδίνων ονομα πόνους σημαίνειν τοὺς περὶ τοὺς ταραχθέντας καὶ σαλευθέντας, ων ἐπελάβετο τρόμος. ̓Εν πνεύματι βιαίῳ συντρίψει πλοῖα Θαρσεῖς. πλοῖα τῶν ψυχῶν τὰ σώματα πολλαχοῦ τῆς γραφῆς λέγεται ωσπερ καὶ ἐν τῷ Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις. ταῦτ' ουν τὰ σώματα φθαρτὰ καὶ μετάβλητα κατ' οὐσίαν οντα ὑπὸ τοῦ θείου πνεύματος σφοδρῶς προσβάλλοντος αὐτοῖς συντρίβεται, τουτέστιν διαλύεται, ινα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν αφθαρτα ἰσχυρὰ ἐπίδοξα πνευματικὰ ἐκ φθαρτῶν ἀσθενῶν καὶ ἀτίμων καὶ ψυχικῶν γένηται. οὐχ ἁπλῶς δὲ ἀλλὰ Θαρσεῖς ἐστιν τὰ πλοῖα ταῦτα, μεταβαλλομένης ̔Ελλάδι