95
ἀνώτεροι πάντων ἐγένοντο, καὶ καθάπερ τινὲς ἀετοὶ κοῦφοι ὑψηλὰ πετώμενοι, διὰ τῶν ἔργων πρὸς αὐτὸν ἀφείλκοντο τὸν οὐρανὸν, καὶ διὰ τούτων ἔσχον τοῦ Πνεύματος τὴν χάριν ἄφατον. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ σβέ 59.143 σωμεν τὰς λαμπάδας, ἀλλὰ διατηρήσωμεν φαιδρὰς δι' ἐλεημοσύνης. Τούτου τοῦ πυρὸς τὸ φέγγος οὕτω διακρατεῖται. Συνάξωμεν τοίνυν εἰς ἀγγεῖα τὸ ἔλαιον, ἕως ἐνταῦθά ἐσμεν. Οὐδὲ γὰρ ἔστι τοῦτο πρίασθαι ἀπελθόντας ἐκεῖ, οὐδὲ ἀλλαχόθεν αὐτὸ λαβεῖν, ἀλλ' ἢ διὰ τῆς τῶν πενήτων χειρός. Συλλέξωμεν τοίνυν ἐντεῦθεν ἤδη μετὰ πολλῆς τῆς δαψιλείας, εἴ γε βουλόμεθα μετὰ τοῦ νυμφίου εἰσελθεῖν· εἰ δὲ μὴ, ἔξω 59.144 μένειν τοῦ νυμφῶνος ἀνάγκη. Ἀμήχανον γὰρ, ἀμήχανον, κἂν μυρία κατορθώσωμεν ἀγαθὰ, τῆς ἐλεημοσύνης χωρὶς ἐπιβῆναι τῶν τῆς βασιλείας προθύρων. ∆ιὸ μετὰ πολλῆς ταύτην ἐπιδειξώμεθα τῆς δαψιλείας, ὥστε ἀπολαῦσαι τῶν ἀποῤῥήτων ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.143.10 ΟΜΙΛΙΑ Κ∆ʹ. Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. αʹ. Τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τῇ πλάνῃ προσεῖχον, οἱ δὲ τῆς ἀληθείας ἀντείχοντο· ἀλλὰ καὶ τούτων ἔνιοι πρὸς ὀλίγον αὐτῆς ἀντιλαμβανόμενοι, πάλιν αὐτῆς ἐξέπιπτον. Τούτους καὶ ὁ Χριστὸς αἰνιττόμενος, σπέρμασι παρέβαλε τοῖς οὐ κατὰ βάθους κειμένοις, ἀλλὰ τὰς ῥίζας ὑπὲρ τῆς ἐπιφανείας τῆς γῆς ἔχουσιν, οὓς καὶ ταχέως ἀπολεῖσθαι ἔφη. Τούτους καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα ἡμῖν ἐδήλωσεν, οὕτω λέγων, ὅτι Ὡς ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Ἐκεῖνοι γὰρ ἀκριβέστεροι ἦσαν οἱ μαθηταὶ, ὅσοι μὴ ἀπὸ σημείων προσῄεσαν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς διδασκαλίας. Τοὺς μὲν γὰρ παχυτέρους τὰ σημεῖα ἐφείλκετο, τοὺς δὲ λογικωτέρους αἱ προφητεῖαι καὶ αἱ διδασκαλίαι. Ὅσοι γοῦν ἀπὸ διδασκαλίας κατεσχέθησαν, οὗτοι τῶν ἀπὸ σημείων ἦσαν βεβαιότεροι· οὓς καὶ ὁ Χριστὸς ἐμακάριζε λέγων, Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ὅτι δὲ οὐ τῶν γνησίων ἦσαν οὗτοι, δείκνυσι καὶ ἡ ἐπαγωγή· Αὐτὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. ∆ιατί; ∆ιὰ τὸ γινώσκειν πάντα, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ προσεῖχε τοῖς ἔξωθεν ῥήμασι, ταῖς καρδίαις ἐμβατεύων αὐταῖς, καὶ πρὸς τὴν διάνοιαν εἰσιών· καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις, οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις. Τὸ δὲ τὰ ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων εἰδέναι, τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἐστὶ Θεοῦ. Σὺ γὰρ, φησὶν, ἐπίστασαι καρδίας μονώτατος. Οὐκ ἐδεῖτο τοίνυν μαρτύρων ὥστε τῶν οἰκείων πλασμάτων μαθεῖν τὴν διάνοιαν· ὅθεν οὐδὲ ἀπὸ τῆς προσκαίρου πίστεως αὐτοῖς ἐθάῤῥει. Ἄνθρωποι μὲν γὰρ οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα εἰδότες, πολλάκις καὶ τοῖς δολερῶς προσιοῦσι, καὶ τοῖς μικρὸν ὕστερον ἀποστησομένοις, ἅπαντα χωρίς τινος ὑποστολῆς καὶ λέγουσι καὶ ἐγχειρίζουσιν· ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἤδει γὰρ αὐτῶν τὰ ἀπόῤῥητα πάντα σαφῶς. Τοιοῦτοι πολλοὶ καὶ νῦν εἰσι, τὸ μὲν τῆς πίστεως ὄνομα ἔχοντες, εὐρίπιστοι δὲ καὶ εὐάγωγοι. ∆ιὰ τοῦτο οὐδὲ νῦν ὁ Χριστὸς ἑαυτὸν ἐμπιστεύει, ἀλλὰ τὰ πλείονα ἀποκρύπτεται. Καθάπερ γὰρ ἡμεῖς οὐ τοῖς ἁπλῶς φίλοις, ἀλλὰ τοῖς γνησίοις θαῤῥοῦμεν· οὕτω καὶ ὁ Θεός. Ἄκουσον γοῦν τί φησι τοῖς μαθηταῖς ὁ Χριστός· Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Πόθεν, καὶ διατί; Ὅτι πάντα, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπεκάλυψα ὑμῖν. ∆ιὰ τοῦτο οὐδὲ τοῖς Ἰου 59.144 δαίοις τὰ σημεῖα ἐδίδου αἰτοῦσιν, ὅτι πειράζοντες ᾔτουν. Ἆρα οὖν τὸ σημεῖα αἰτεῖν, πειραζόντων ἐστὶ καὶ τότε καὶ νῦν· Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ ζητοῦντες καὶ λέγοντες· ∆ιατί μὴ καὶ νῦν σημεῖα γίνεται; Εἰ γὰρ πιστὸς εἶ, ὡς εἶναι χρὴ, καὶ