96
φωνῇ τῆς Θαρσεῖς εἰς τὸ κατασκοπὴ χαρᾶς. τότε γὰρ ἐπαινετῶς συντρίβεται τὰ σώματα ὑποπιαζόμενα καὶ νεκρούμενα, οτ' αν κατασκοπῶσιν οἱ περικείμενοι αὐτὰ τὴν θείαν χαράν. 498 Ps 47,9a ̓Εν τῷ βίῳ τούτῳ τυγχάνοντες, πολλὰ περὶ τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ καὶ τῶν ἐν αὐτῇ πνευματικῶν ἀγαθῶν ἀκούομεν ὑπὸ λόγων προφητικῶν καὶ τῆς αλλης θεοπνεύστου γραφῆς. ἐὰν ουν μετοικισθέντες ἀπὸ γῆς ἐν τῇ ανω ̔Ιερουσαλὴμ γενώμεθα, συμβάλλοντες τὰ ἐν αὐτῇ θεωρούμενα οις πάλαι ἀκηκόειμεν ἐροῦμεν Καθάπερ ἠκούσαμεν, ουτως καὶ ειδομεν. 499 Ps 47,9cδ Εστι δὲ καὶ πόλις τοῦ θεοῦ ἡμῶν, ἐπείπερ αὐτὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. ὁ σωτὴρ δέ ἐστιν περὶ ου λέγεται ταῦτα· δεικνὺς γὰρ αὐτὸν ὁ πατὴρ Ουτος εφη οἰκοδομήσει τὴν πόλιν μου, αὐτὸς ων τεχνίτης καὶ δημιουργὸς οια θεὸς τῆς τοὺς θεμελίους ἐχούσης πόλεως ην καὶ ἐκδέχονται πάντες οἱ δίκαιοι. 500 Ps 47,11ab Ωσπερ τὸ ονομά σου θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, ουτω καὶ ἡ αινεσίς σου κατὰ τὸ Τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. πέρατα τῆς γῆς τὰ τέρματα καὶ τὰς ἐσχατιὰς ειναι ἡγητέον, η τοὺς περάσαντας ἀπὸ τῆς γῆς εἰς οὐρανὸν ἐφ' ους τὸ ονομα τοῦ θεοῦ καὶ ἡ αινεσις εφθασεν. 501 Ps 47,12a Τῆς ἐκκλησίας Σιὼν ὀνομαζομένης, ορος αὐτῆς ὁ κύριός ἐστιν ῳ ὁμοιοῦνται οἱ ἐπὶ κύριον πεποιθότες. 502 Ps 47,12bc ̓Ιουδαία ἐξομολόγησις ἑρμηνεύεται, αἱ δὲ μετέχουσαι τῆς εξεως τῆς ἐξομολογητικῆς ψυχαὶ αἱ θυγατέρες εἰσὶν τῆς ̓Ιουδαίας. τάχα δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ὁμωνύμως τῷ τόπῳ ἐν ῳ δέδοται ̓Ιουδαία ἐν ῃ γνωστὸς ὁ θεός ἐστιν. αἱ θυγατέρες ουν τῆς ἑκατέρως ἀποδοθείσης ̓Ιουδαίας, προσβαλοῦσαι κατὰ τὸ ἐφικτὸν τοῖς κρίμασιν τοῦ κυρίου ουσιν ἀληθινοῖς καὶ δεδικαιωμένοις, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται. καὶ ἐπεὶ ἀνεξερεύνητά ἐστιν τὰ κρίματα τοῦ κυρίου, ἐπὶ τοῦ παρόντος οὐκ ἀγαλλιῶνται, ἀλλὰ ἀγαλλιάσονται πρόσωπον πρὸς πρόσωπον προσβαλοῦσαι τότε τῇ ἀληθείᾳ. 503 Ps 47, 13-15 Τῆς ἐκκλησιαστικῆς γνώμης σκοπευτικῆς τῆς ἀληθείας τυγχανούσης καὶ διὰ τοῦτο Σιὼν καλουμένης, τῇ φρονήσει περιλαβεῖν αὐτὴν προσήκει, ινα περινοήσαντες τὰ τῆς ἀληθείας δόγματα ὡς ἐν κύκλῳ περιγράψωμεν αὐτὰ τῇ ἑαυτῶν νοήσει. καὶ ἐπεὶ ἡ τοῦ θεοῦ πόλις πάντοθεν ὠχύρωται διὰ τοὺς ἐπερχομένους πολεμίους, καὶ πύργους ἐγκατεσκευασμένους εχει ἀφ' ων εστιν κατασκοπῆσαι τοὺς ἐπερχομένους ἐχθρούς. καὶ ἐπεὶ οἱ ἐχθροὶ τῆς πόλεως πολεμοῦσιν λοιπόν, ἀνάγκη καὶ τοὺς ἐν τοῖς πύργοις οντας αὐτῆς διηγεῖσθαι. συνᾴδει καὶ τὸ ̓Επὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτὸς οι διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι κυρίου· ταύτῃ καὶ ̔Η σοφία ἐπ' ακρων τειχέων κηρύττεται. Θέσθε τοίνυν τὴν καρδίαν ὑμῶν, τουτέστιν τὸν νοῦν, ἐπιστημονικῶς ἐπιστάνοντες εἰς τὴν δύναμιν τῆς Σιών (αυτη δ' ἐστὶν ἡ ἐκκλησιαστικὴ διδασκαλία), καὶ καταδιέλεσθε διαιρετικῶς ἑκάστοις ἐπιστάνοντες. ὡς γὰρ εστιν λογικῶς διελεῖν τὰ οντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ τὰ γένη εἰς ειδη, ουτω καὶ τὴν δύναμιν τῆς Σιὼν καταδιελεῖν εἰς τὰς βάρεις αὐτῆς δυνατόν· βάρεις δὲ αὐτῆς αἱ καθ' εκαστον θεωρίαι ἐν αις οἰκεῖ τὰ τῆς εὐσεβείας δόγματα. Τοῦτο δὲ πράξατε, Οπως διηγήσησθε εἰς γενεὰν ἑτέραν οτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν. ἐπεὶ ἡ προτέρα γενεὰ ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα πονηρὰ καὶ μοιχαλὶς καὶ σκολιὰ καὶ διεστραμμένη ἐξ ἰδίας αἱρέσεως ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, ητις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν, ῃπερ καὶ διηγήσησθε Οτι ουτος ὁ θεός ἐστιν ὁ τὰ προειρημένα παράδοξα ποιήσας ἀποβαλὼν τὴν προτέραν γενεὰν καὶ αλλην καὶ αλλους καλέσας. ουτος δὲ ὁ θεὸς περὶ ου ἡ προκειμένη θεολογία ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως εχει Εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας κατὰ τὸ εἰρημένον Καὶ στήσεται καὶ οψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος.