1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

97

504 Ps 48,2a Εὐτρεπίσατε δὲ τὴν ἀκοήν, οὐ τὴν κοινὴν πρὸς τὰ αλλα ζῷα

ἀλλὰ τὴν τοῦ εσω ἀνθρώπου καθ' ην συνίεμεν τῶν ἀκουομένων, καθά φησιν ὁ σωτήρ· ̔Ο εχων ωτα ἀκούειν ἀκουέτω. 505 Ps 48,3a ̓Επεὶ ἐν τοῖς καλουμένοις εθνεσιν εἰς ἀκρόασιν οἱ μέν εἰσιν γεώδεις ολοι τῆς υλης καὶ τοῦ γηΐνου φρονήματος, γεγενημένοι δὲ υἱοὶ ἀνθρώπων κατ' ἐπιστήμην καὶ παίδευσίν εἰσιν οσοι μαθήμασιν καὶ λόγοις ἐξητασμένοις ἐπανέχουσιν, καλεῖ δὲ οὐ μόνον τοὺς ἀγελαίους καὶ βοσκηματώδεις ἀλλὰ καὶ τοὺς συνετοὺς λέγων ̓Ακούσατε ταῦτα οἱ ἐν τοῖς εθνεσιν γηγενεῖς καὶ ἀνθρώπων υἱοί. ὀφειλέται γὰρ οἱ διδάσκαλοι οὐ μόνον σοφῶν ἀλλὰ καὶ ἀνοήτων εἰσίν. 506 Ps 48,4 Προφέρω ἐκ στόματος τὴν σοφίαν, πρότερον μελετήσας ἐν καρδίᾳ σύνεσιν. τότε γὰρ ἀλήπτως δυνήσεταί τις σοφὸν προσενέγκασθαι λόγον, οταν συγγεγυμνασμένην κατὰ σύνεσιν εχῃ τὴν διάνοιαν. 507 Ps 48,5b ̔Ο μαθὼν τὰ θεῖα καὶ καλῶς αὐτὰ παραδοῦναι δυνήσεται. διὸ καὶ μετὰ τὸ κλῖναι εἰς παραβολὴν τὸ ους αὐτοῦ ἀνοίγειν ὑπισχνεῖται, τουτέστιν σαφηνίζειν ἐν ψαλτηρίῳ τὸ πρόβλημα ἑαυτοῦ· ο γὰρ προέβαλεν ἑαυτῷ, μεμουσωμένως καὶ εὐρύθμως κατὰ θεωρίαν ἀπαγγέλλων ἀνοίγει ἐν ψαλτηρίῳ τὸ πρόβλημα ἑαυτοῦ. μεμούσωται δὲ ὁ λόγος τοῦ τὰ ἀληθῆ ὡς δεῖ προφέροντος. τάχα δὲ καὶ ὁ τοὺς θείους λόγους προβλήματα τυγχάνοντας εργοις ἐπιδεικνύων ἐν ψαλτηρίῳ συγκειμένῳ ἐξ αἰσθήσεως καὶ δυνάμεως ἀνοίγει εκαστον τῶν προβλημάτων. 508 Ps 48,6b.8 Εἰ αρα κυκλώσει με τῆς πτέρνης μου ἀνομία, οὐκ αλλη ουσα τῆς πατροπαραδότου ης ὁ οφις ἐνῆκεν τῇ πτέρνῃ τοῦ ̓Αδάμ. Πάντες οἱ γεννητοὶ ὁμογενεῖς καὶ ἀδελφοί, οὐδεὶς δὲ τὸν ἑαυτοῦ ἀδελφὸν ἁμαρτῶντα λυτρώσασθαι δύναται. μόνος γὰρ ὁ ανθρωπος ἐκεῖνος λυτρώσεται περὶ ου ειρηται ̓Αποστελεῖ αὐτοῖς ανθρωπον ος σώσει αὐτούς, ος καὶ περὶ ἑαυτοῦ φησιν Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ανθρωπον ος τὴν ἀλήθειαν ὑμῖν λελάληκα. ουτος δὲ ὁ ανθρωπος, ἐπεὶ οὐκ εγνω ἁμαρτίαν οὐδὲ ἐποίησεν ἁμαρτίαν, οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ τὸ ὑπὲρ τῶν ἁμαρτανόντων διδόμενον, ἀλλ' οὐδὲ τιμὴν ὀρέξει λυτρώσεως αὐτοῦ τῆς ψυχῆς· κοπιάσας δὲ κατ' ἀρετὴν ζήσεται εἰς τέλος, οὐδεπώποτε ετι τεθνηξόμενος. ∆ύναται δὲ καὶ περὶ τοῦ λυτρουμένου λέγεσθαι τὸ Οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ. οὐ γὰρ εκαστος περὶ ἑαυτοῦ οιός τέ ἐστιν ἐξίλασμα δοῦναι, Χριστοῦ πάντας ἱλασκομένου ἐν τῷ ἰδίῳ αιματι, ἀλλ' οὐδὲ δοῦναί τις τιμὴν ἱκανὸς τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, δόντος Χριστοῦ ὑπὲρ πάντων λύτρον τὴν ψυχὴν αὐτοῦ. εἰ καὶ οὐ δώσει δὲ ἐξίλασμα οὐδὲ τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, ἀλλά γε μετὰ τὸ ἀπολυτρωθῆναι ἐντολὰς δέχεται, ινα κατ' αὐτὰς κοπιάσας ζῆσαι εἰς τέλος δυνηθῇ ἐσχηκὼς τὴν αἰώνιον ζωήν. 509 Ps 48,10b ̔Ο λυθρωθεὶς ὑπὸ Χριστοῦ ουτω βεβαίως εξει τὴν σωτηρίαν ὡς μὴ ευσειστος καὶ εὐκίνητος ειναι, ειπερ αρα καὶ τοὺς νομιζομένους σοφοὺς ὁρᾷ ἀποθνῄσκοντας, ἐπεὶ οὐδὲ σκανδαλίζεται ωστε διαφθορὰν ἰδεῖν. τὸ γὰρ σκανδαλίζεσθαι ἐπὶ τῷ ὁρᾶν οὐκ ἐπὶ τοῦτον θετέον ἀλλ' ἐπὶ τοὺς νομιζομένους σοφούς. 510 Ps 48,11.12ab Ανουν οὐ τὸν πάντῃ ἐκτετμημένον ἀλλὰ τὸν κακόνουν καὶ κακόφρονά φησιν· καὶ γὰρ τὸν κακοπρόσωπον ἀπρόσωπον καὶ τὸν κακότεχνον ατεχνον λέγειν εἰώθαμεν. ουτως ουν ὁ κακόνους καὶ κακόφρων αμα τιμωρίαν ὑφέξουσιν· αυτη γὰρ αὐτῶν ἡ ἀπώλεια, δι' ην τὸν πλοῦτον αὐτῶν ον κακῶς ἐθησαύρισαν καταλείψουσιν ἀλλοτρίοις· οὐδεὶς γὰρ ιδιος τοῦ ταῦτα λέγοντος κληρονόμος πλουσίου αφρονος καὶ ανου. ουτος ὁ αφρων καὶ ανους ἀγνοήσαντες ἑαυτοὺς τίνες εἰσὶν εδοξαν οτι κατὰ τὰ αλογα ζῷα οὐκ ἐπιδιαμένει αὐτῶν ἡ ψυχή. φασὶν γάρ· Φάγωμεν καὶ πίωμεν, αυριον γὰρ ἀποθνῄσκομεν. ουτοι τοὺς τάφους ἐν οις εἰσιν ἐντετυμβευμένοι οιονται οἰκίας αὐτῶν ειναι εἰς τὸν αἰῶνα, ἀνάστασιν νεκρῶν οὐ προσδοκῶντες· ἀλλὰ καὶ σκηνώματα αὐτῶν ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ