98
οιονται ειναι τὰ μνήματα, ἐν μόνῃ ταύτῃ τῇ ζωῇ ἐλεεινῶς ἠλπικότες. τάχα δὲ καὶ μηδὲν ζωτικὸν ἐνεργοῦντες ἀλλὰ νενεκρωμένοι δι' ων ἁμαρτάνουσιν ἐν τάφῳ καταβαλλόμενοι οιονται τὸν τάφον οἰκίαν αἰώνιον. 511 Ps 48,12c Ουτοι δὲ καὶ ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. τῶν μὲν γὰρ ἀποστόλων τὰ ὀνόματα δι' ων πράττουσιν η φρονοῦσιν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς, οἱ δὲ περὶ ων ὁ λόγος τὰς ἰδίας προσηγορίας ἐπὶ τῶν ἰδίων γαιῶν ἐπεκαλέσαντο δι' ων πράττουσι τῇ γῇ ἐμπολιτογραφούμενοι· ἀφεστηκότες γὰρ ἐπὶ τῆς γῆς γραφήσονται. 512 Ps 48,13 Ανθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν γέγονεν θεοῦ, καὶ λογικὸς ἀποδειχθεὶς τιμὴν εχει μεγίστην. ταύτην δὲ μὴ συνιεῖς, ἀλλὰ πράττων σὺν ἀλογίᾳ κτήνεσιν ἀνοήτοις παραβάλλεται, ιππος θηλυμανὴς γεγονὼς καὶ τῶν ἀλόγων ζῴων τῶν αλλων τὰς ὁρμὰς μιμησάμενος. ὡμοιώθη ουν κτήνεσιν ἀνοήτοις, ἐλπίδα εχων εἰ βουληθείη ὁμοιωθῆναι θεῷ. 513 Ps 48,15b Εσονται γὰρ ἐπάνω πέντε πόλεων καὶ δέκα οἱ εὐθεῖς ἐν τῷ μέλλοντι αἰῶνι. καὶ ὁ Σολομῶν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησιν· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οιδεν οτι ἐλεήμων κρατήσει αὐτοῦ. 514 Ps 48,16 Εἰ καὶ τὰ προειρημένα τοῖς πλείστοις τῶν ἀνθρώπων συμβέβηκεν, ἀλλά γε τὴν ἐμὴν ψυχὴν λήψεται ὁ θεὸς ἐκ τοῦ ᾳδου ηδη κρατοῦντος αὐτὴν καὶ καταπίειν θέλοντος. καὶ ἐπεὶ ἐν ᾳδῃ κατὰ τὴν κατάστασιν ὁ ἁμαρτάνων ἐστίν, ὁ αφεσιν τῶν κρατούντων αὐτὸν ἁμαρτημάτων εχων εὐχαριστεῖ τῷ θεῷ λαβόντι τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτῆς τῆς χειρὸς τοῦ ᾳδου. 515 Ps 48,19 ̔Ο προκείμενος πλούσιος οὐκ εἰδὼς αλλην ζωὴν ἐν τῇ ζωῇ αὐτοῦ, ταύτῃ εὐλογεῖσθαι τὴν ψυχὴν αὐτοῦ νομίζει· καὶ τότε μόνον ἐξομολογεῖται, οταν ἀγαθύνῃς αὐτῷ διὰ δόσεως τῶν ἐπιθυμιῶν τῶν ὑλικῶν. 516 Ps 48,20 Πατέρας ειχεν εργοις φαύλοις καὶ χειρίστῳ φρονήματι γεννήσαντας αὐτόν. ὡσαύτως δὲ αὐτοῖς δρῶν ἐμιμήσατο τοὺς γεννήτορας καὶ εως τῆς γενεᾶς τῶν πατέρων ἐξομοιούμενος αὐτοῖς εἰς τὸν αὐτὸν ἐκείνοις τῆς ἀγνοίας τοῦ καλοῦ βυθὸν εἰσελεύσεται. ουτος γὰρ τὴν παροῦσαν μόνην ζωὴν ἀποδεξάμενος οὐκ εσπευσε τὸ φῶς θεωρῆσαι· διὸ καὶ εως αἰῶνος ειρηται μὴ προσπελάζειν αὐτῷ· τάχα γὰρ ἐν ἐξωτέρῳ σκότῳ καταδικασθεὶς οὐκ ἐπιτραπήσεται τὸ αἰώνιον φῶς ετι θεάσασθαι.
517 Ps 49,1b Θεούς φησιν οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ἀλλὰ τοὺς
μετέχοντας ἀνθρώπους τῶν τοῦ θεοῦ λόγων· ἐκείνους γὰρ θεοὺς ειπε πρὸς ους ὁ λόγος τοῦ θεοῦ ἐγένετο. τούτων τῶν θεῶν θεὸς ὁ κύριός ἐστιν ὡς καὶ βασιλευόντων βασιλεύς. 518 Ps 49,1c Καὶ πάλιν τοῖς ἀπὸ ἀνατολῶν ἡλίου, φησίν, καὶ μέχρι δυσμῶν ἐπέλαμψεν γνῶναι οτι ̓Εκ τῆς Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ γεγένηται. ἐδείχθη γὰρ ἐκ σπέρματος ∆αυὶδ εχων τὸ κατὰ σάρκα. 519 Ps 49,2.3a Αὐτὸς ὁ τῶν θεῶν θεὸς ὁ πᾶσαν τὴν γῆν ἐπὶ τὸ μετασχεῖν αὐτοῦ καλέσας οὐ κρύβδην οὐδὲ λεληθότως ἀλλ' ̓Εμφανῶς ηξει κατὰ τὴν δευτέραν ἐν δόξῃ μετ' ἀγγέλων αὐτοῦ παρουσίαν· καὶ Οὐ παρασιωπήσεται, ἑκάστῳ κατὰ τὰ εργα καὶ τὴν πρᾶξιν τὴν κρίσιν ποιῶν. σημειωτέον δὲ οτι καὶ ἐν τῷ παρόντι ῥητῷ ἀμφοτέρας τὰς Χριστοῦ παρουσίας δηλοῖ, τὴν μὲν πρώτην διὰ τοῦ ̓Εκ Σιὼν ἡ εὐπρέπεια, τὴν δὲ δευτέραν διὰ τοῦ ̔Ο θεὸς ἐμφανῶς ηξει. 520 Ps 49,4 ̓Επεὶ ἡ δόσις τοῦ νόμου ἐπὶ μάρτυσιν οὐρανῷ καὶ γῇ δέδοται, ὡς ἐν ∆ευτερονομίῳ γέγραπται, ἀνάγκη τὸν λαὸν διακρινόμενον ἐπὶ μάρτυσιν ἐφ' ων τὸν νόμον ελαβεν ἐξετασθῆναι παραβεβηκότα τοὺς θείους νόμους. προσκαλεῖται ουν τὸν οὐρανὸν ανω, τουτέστι τὰς θείας δυνάμεις, καὶ τὴν γῆν, λέγω δὴ τοὺς ἐνοικοῦντας ἐπ' αὐτῇ, ἐπὶ τῷ διελεγχθῆναι τοὺς ἐπ' αὐτῶν υἱοποιηθέντας· Ακουε γάρ, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ἐκκηρυττομένων τῶν τεκνῶν τοῦ θεοῦ· ἐφ' ὑμῖν γὰρ τὸν νόμον λαβόντες οὐκ ἐφύλαξαν. 521 Ps 49,5 ̓Αγγέλοις τάχα προστάττει η ἀνδράσιν ἱεροῖς, οπως τοὺς ὁσίους αὐτοῦ συναγάγωσιν ἐπὶ τὸ