98
ἐν ἀμηχανίᾳ ἐστὶν, ἐλθὼν μὲν ὡς εἰς ἄνθρωπον, ἀκούων δὲ μείζονα ἢ παρὰ ἀνθρώπου, καὶ ἃ μηδεὶς ἤκουσε πώποτε· καὶ διανίσταται μὲν πρὸς τὸ ὕψος τῶν λεγομένων τέως, σκοτοῦται δὲ, καὶ οὐχ ἵσταται, πανταχοῦ περιφερόμενος καὶ συνεχῶς ἐκπίπτων τῆς πίστεως. ∆ιὸ καὶ ἐπιμένει κατασκευάζων τὸ ἀδύνατον, ὥστε εἰς σαφεστέραν αὐτὸν ἐκκαλέσασθαι διδασκαλίαν. Μὴ δύναται γὰρ, φησὶν, ἄνθρωπος εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν; Ἤκουσε γεννήσεως πνευματικῆς, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ' εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρημένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησεν. ∆ιὰ τοῦτο ληρωδίας πλάττει λοιπὸν, καὶ ἀπορίας καταγελάστους. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Πλὴν ἀλλὰ καὶ ἐν τούτῳ τὴν αἰδὼ τὴν ἐν τῷ Χριστῷ φυλάττει. 59.147 Οὐ γὰρ ἔσκωψε τὸ λεχθὲν, ἀλλ' ἀδύνατον εἶναι νομίζων, ἐσίγησεν. ∆ύο γὰρ ἦν τὰ ἄπορα, ἥ τε γέννησις ἡ τοιαύτη, ἤ τε βασιλεία. Οὔτε γὰρ βασιλείας ὄνομα ἠκούσθη παρὰ Ἰουδαίοις ποτὲ, οὔτε γεννήσεως τοιαύτης. Ἀλλὰ τέως περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Ταῦτ' οὖν εἰδότες μὴ λογισμῷ τὰ περὶ Θεοῦ ζητῶμεν, μηδὲ ὑπὸ τὴν ἀκολουθίαν τὴν παρ' ἡμῖν ἄγωμεν τὰ ἐκεῖθεν, μηδὲ ἀνάγκῃ φύσεως ὑποβάλλωμεν· ἀλλ' εὐσεβῶς πάντα νοῶμεν, πιστεύοντες ὡς εἶπον αἱ Γραφαί. Ὁ γὰρ περίεργος καὶ πολυπράγμων κερδαίνει μὲν οὐδὲν, πρὸς δὲ τῷ τὸ ζητούμενον μὴ εὑρεῖν καὶ δίκην δώσει τὴν ἐσχάτην. Ἤκουσας ὅτι ἐγέννησεν· πίστευσον ὅπερ ἤκουσας· τὸ δὲ πῶς, μὴ ζήτει· μηδὲ διὰ τοῦτο ἀνέλῃς τὴν γέννησιν. Ἀγνωμοσύνης γὰρ ταῦτα ἐσχάτης. Εἰ γὰρ οὗτος ἀκούσας γέννησιν, οὐκ ἐκείνην τὴν ἀπόῤῥητον, ἀλλὰ ταύτην τὴν κατὰ χάριν, ἐπειδὴ μηδὲν μέγα περὶ αὐτῆς ὑπώπτευσεν, ἀλλὰ ἀνθρώπινα καὶ γεώδη, διὰ τοῦτο ἐσκοτώθη καὶ ἠπόρησεν· οἱ τὴν φρικωδεστάτην ἐκείνην καὶ πάντα ὑπερβαίνουσαν καὶ λόγον καὶ νοῦν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, πόσης ἂν εἶεν ἄξιοι τιμωρίας; Οὐδὲν γὰρ οὕτω ποιεῖ σκοτόδινον, ὡς ἀνθρώπινος λογισμὸς, ἀπὸ τῆς γῆς πάντα φθεγγόμενος, καὶ μὴ ἀνεχόμενος φωτίζεσθαι ἄνωθεν. Πολλὴν γὰρ ἔχει τὴν ἰλὺν τὸ γεῶδες τῶν λογισμῶν. ∆ιὰ τοῦτο τῶν ἄνωθεν ἡμῖν ναμάτων χρεία, ἵνα τῆς ἰλύος ὑφιζανούσης, ὅσον αὐτοῦ καθαρὸν, τοῦτο ἄνω φέρηται καὶ τοῖς ἐκεῖσε διδάγμασιν ἀναμιγνύηται. Γίνεται δὲ τοῦτο, ὅταν καὶ ψυχὴν εὐγνώμονα καὶ ὀρθὸν ἐπιδειξώμεθα βίον. Ἔστι γὰρ, ἔστι καὶ ἀπὸ τρόπων διεφθαρμένων, οὐκ ἀπὸ πολυπραγμοσύνης μόνον ἀκαίρου, σκοτωθῆναι τὴν διάνοιαν. ∆ιὸ καὶ ὁ Παῦλος Κορινθίοις ἔλεγεν· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ, καὶ πολλαχοῦ τῶν πονηρῶν 59.148 δογμάτων ταύτην ἴδοι τις ἂν τὸν Παῦλον τὴν αἰτίαν εἶναι λέγοντα· τὴν γὰρ ἐμπαθῆ ψυχὴν οὐ δύνασθαι μέγα τι γενναῖον ἰδεῖν, ἀλλ' ὥσπερ ὑπό τινος λήμης θολουμένην, ἀμβλυωπίαν ὑπομένειν τὴν χαλεπωτάτην. Ἐκκαθάρωμεν οὖν ἑαυτοὺς, φωτίσωμεν φῶς γνώσεως, μὴ σπείρωμεν ἐπ' ἀκάνθαις. Τί δὲ τὸ τῶν ἀκανθῶν πλῆθος, ἴστε, κἂν ἡμεῖς μὴ λέγωμεν. Καὶ γὰρ πολλάκις ἠκούσατε τοῦ Χριστοῦ, τὴν μέριμναν τοῦ παρόντος βίου καὶ τὴν ἀπάτην τοῦ πλούτου τῷ τῶν ἀκανθῶν καλοῦντος ὀνόματι· καὶ εἰκότως. Καθάπερ γὰρ ἐκεῖναι ἄκαρποι, οὕτω καὶ ταῦτα· καθάπερ ἐκεῖναι τοὺς ἁπτομένους σπαράττουσιν, οὕτω καὶ ταῦτα τὰ πάθη· καὶ ὥσπερ εὐάλωτοι τῷ πυρὶ, καὶ μισηταὶ τῷ γεωργοῦντι αἱ ἄκανθαι, οὕτω καὶ τὰ τοῦ κόσμου πράγματα· καὶ ὥσπερ ἐν ταῖς ἀκάνθαις θηρία κρύπτονται, καὶ ἔχεις καὶ σκορπίοι, οὕτω καὶ ἐν τῇ ἀπάτῃ τοῦ πλούτου. Ἀλλ' ἐπαφῶμεν τὸ πῦρ τοῦ Πνεύματος, ἵνα καὶ τὰς ἀκάνθας δαπανήσωμεν,