99
διαθέσθαι καὶ συνθέσθαι τὴν διαθήκην αὐτοῦ τοῦ θεοῦ ἐπὶ θυσίαις πνευματικαῖς· θυσίας δὲ τὴν τῆς αἰνέσεως καὶ ει τις αλλη παραπλήσια. τὰς ουν θυσίας ἐφ' ας ἡ πνευματικὴ διαθήκη ἀποδεχόμενος συναχθῆναι αὐτῷ τοὺς ὁσίους αὐτοῦ προστάττει, ινα τὰ προειρημένα ἐπιτελέσωσιν. 522 Ps 49,6a ∆ικαιοσύνην προσονομαζόμενον ἀναγγελοῦσιν οἱ οὐρανοί, ανδρες οντες ἱεροὶ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου. 523 Ps 49,8 ̓Ελέγχει θεὸς οὐκ ἐπ' αὐτὰ τοῖς προσαγομένοις ἀλλ' ἐπὶ τῇ διαθέσει καθ' ην προσάγεται ταῦτα· καὶ τὸν Κάϊν γοῦν ἐπὶ τῷ μὴ ὀρθῶς διῃρηκέναι α εδει προσάγειν ηλεγξεν. καν πνευματικὴν ουν θυσίαν προσφέρῃ τις ὡς ὁλοκαυτώματα διὰ παντελοῦς τὸ σῶμα ἑαυτοῦ, ὀρθῇ γνώμῃ τοῦτο ποιείτω· οὐ γὰρ ἐπὶ τοῖς πραττομένοις ἐπαινετοῖς ουσιν ἀλλ' ἐπὶ τῇ γνώμῃ οὐκ ὀρθῶς ἐπιτελούσῃ ἐλέγχεταί τις. 524 Ps 49,9-11a ̓Επεὶ οἱ ἐν τῷ οικῳ σου, τροπικῶς λεγόμενοι μόσχοι, πολέμιοι τῷ σωτῆρι ωφθησαν περὶ ων καὶ λέγεται ̓Εκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με, τούτου χάριν οὐ δέξομαι αὐτοὺς οὐδὲ τοὺς συγκαταλεγομένους αὐτοῖς χιμάρους. καὶ ουτοι γὰρ ὑπὲρ ἁμαρτίας προσάγοντες ἑαυτοὺς οὐδὲν ηττον ἁμαρτάνουσιν. γίνωσκε γὰρ οτι οἱ ποτὲ θῆρες τοῦ δρυμοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν ἐξηγριωμένοι ανθρωποι, τῇ θείᾳ διδασκαλίᾳ τιθασσευόμενοι ἐμοὶ γεγένηνται τὸ πρότερον ἀκαρπίᾳ συνόντες· ταύτης γὰρ σύμβολον ὁ δρυμός. ἀλλὰ καὶ τὰ κτήνη οἱονεὶ πρόβατα Χριστοῦ καὶ οἱ βόες οἱ ὑπεραναβάντες σου τὸν οικον, τουτέστιν τὴν τοῦ νόμου σκιὰν ἐν τοῖς δόγμασι τοῦ εὐαγγελίου (διὰ τὸ υψος ορεσιν ουσι) διατρίβοντες κτῆμα ἡμέτερόν εἰσιν. Παῦλος ουν βοῦς ων τῶν ἐπὶ τὰ ορη τὸν περὶ βοὸς ἐκθέμενος νόμον ἐπήγαγεν τὸ Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; η πάντως περὶ ἡμῶν λέγει; ἀλλὰ καὶ αἱ ὑψιπέτεις γενόμεναι ψυχαί, ἑπτερωμέναι νοήσεσι καὶ ἐνεργείαις ὀρθαῖς, πετεινὰ οὐρανοῦ χρηματίζουσιν α εγνωκα ἐγώ· γινώσκων γάρ εἰμι τοὺς οντας ἐμούς. 525 Ps 49,11b ̔Η δεξαμένη ἀγαθὴ γῆ, τουτέστι καρδία ὀρθή, τὸν ὑπὸ ̓Ιησοῦ βαλλόμενον σπόρον καὶ καρποφορήσασα ἑκατὸν ἑξήκοντα τριάκοντα τὸν πλήρη καὶ ωριμον καρπὸν εχουσα ὡραιότης ἐστὶν ἀγροῦ, οὐ μακρὰν ουσα τοῦ σπορέως· αὐτὸς γάρ φησιν ̔Ωραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. 526 Ps 49,12 Πεινᾷ ὁ σωτὴρ τήν τινων σωτηρίαν, ωσπερ ἀμέλει περὶ τῆς σωτηρίας τῆς Σαμαρείτιδος πρὸς τοὺς μαθητάς φησιν ̓Εγὼ βρῶσιν εχω φαγεῖν ην ὑμεῖς οὐκ οιδατε, καὶ ̓Εμὸν βρῶμά ἐστιν ινα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. ἐπεὶ ουν οἱ ἐκ περιτομῆς ἐρχόμενοι τῆς σκιᾶς ὡς πεινῶντι αὐτῷ προσάγουσι τὰς αἰσθητὰς λατρείας, φησὶν ̓Εὰν πεινάσω, οὐ μή σοι ειπω· εχω γὰρ κτῆμά μου γεγενημένην τὴν ενδοξον ἐκκλησίαν οἰκουμένην χρηματίζουσαν καὶ τὸ πλήρωμα αὐτῆς. πλήρωμα δ' αὐτῆς τὸ εὐαγγέλιον ου τύπος ἡ σκιά. τρεφόμενος ουν τὸ πλήρωμα τῶν ἐθνῶν, οὐκ ἀπαιτήσω σε κατὰ σκιὰν τροφήν· εἰ δὲ θέλεις με τῷ οντι θεραπεύειν θεόν σου τυγχάνοντα, θῦσόν μοι θυσίαν αἰνέσεως αἰνῶν καὶ θεολογῶν· ταύτας γὰρ δέχομαι τὰς προσφοράς· Ελεον γὰρ θέλω η θυσίαν καὶ ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. 527 Ps 49,14 ̔Ο αὐτός ἐστι θεός τε καὶ υψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. αἰνέσεως δὲ λέγει θυσίαν τοὺς δικαίους πρέποντας υμνους, εὐχὰς δὲ τὰς ὑποσχέσεις· ουτω γὰρ καὶ ἐν τῷ πρώτῳ καὶ εἰκοστῷ λέγει ψαλμῷ Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 528 Ps 49,16 ̓Επεὶ οὐχ ὡραῖος αινος ἐν στόματι ἁμαρτωλοῦ, τῷ ἁμαρτάνοντι ἐπιπλήττει ὁ θεὸς φάσκων Ινα τί διηγῇ τὰ δικαιώματά μου α ἐπιτελεῖν οὐ θέλεις, ἀλλὰ καὶ Ινα τί ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος; εδει γὰρ ἐν καρδίᾳ σου αὐτὴν δεξάμενον καὶ τυπώσαντά σου κατ' αὐτὴν τὰς νοήσεις ουτω προφέρειν τοὺς λόγους τῆς διαθήκης μου. τούτῳ συνᾴδει τὸ ̔Ο κηρύττων μὴ κλέπτειν κλέπτεις; καὶ τὰ ἑξῆς. 529 Ps 49,18-21 Πρὸς δὲ διάνοιαν νοήσεις καὶ ουτως· ει ποτε ἐθεώρεις ἑτεροδόξῳ γνώμῃ κλέπτοντα τὸ βούλημα τῆς ἀληθείας, συναινῶν συνέτρεχες αὐτῷ, ἀλλὰ καὶ τοὺς μοιχεύειν πειρωμένους τὴν Χριστοῦ νύμφην τῷ περισπᾶν εἰς αὐτοὺς