99
καὶ τὰ θηρία φυγαδεύσωμεν, ἵνα καθαρὰν παράσχωμεν τῷ γεωργῷ τὴν ἄρουραν, καὶ μετὰ τὸ καθᾶραι τοῖς πνευματικοῖς αὐτὴν ἀρδεύσωμεν νάμασι. Φυτεύσωμεν τὴν κατάκαρπον ἐλαίαν, τὸ ἡμερώτατον φυτὸν, τὸ ἀειθαλὲς, τὸ φωτιστικὸν, τὸ θρεπτικὸν, τὸ ὑγιείας ποιητικόν. Ταῦτα πάντα ἡ ἐλεημοσύνη ἔχει, ὡς σφραγὶς οὖσα μετὰ τῶν κεκτημένων αὐτήν. Τοῦτο οὐδὲ θάνατος ἐπελθὼν ξηραίνει τὸ φυτὸν, ἀλλ' ἕστηκεν ἀεὶ φωτίζον τὴν διάνοιαν, τρέφον τὰ νεῦρα τῆς ψυχῆς, τὴν ἰσχὺν δυνατωτέραν ἐργαζόμενον. Ἂν ταύτην ἔχωμεν διηνεκῶς, δυνησόμεθα μετὰ παῤῥησίας καὶ τὸν νυμφίον ἰδεῖν, καὶ εἰς τὸν νυμφῶνα εἰσελθεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.147 ΟΜΙΛΙΑ ΚΕʹ. Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι· Ἐὰ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν
βασιλείαν τοῦ Θεοῦ.
αʹ. Τὰ παιδία τὰ μικρὰ καθ' ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶντα, καὶ δέχεται τὰ μαθήματα καὶ ἀποδίδωσι, καὶ οὐδέποτε παύεται ταύτης τῆς κτήσεως· ἀλλ' ἔστιν ὅτε καὶ τὰς νύκτας προστίθησι ταῖς ἡμέραις, καὶ ταῦτα ὑπὲρ ἐπικήρων καὶ προσκαίρων πραγμάτων παρ' ὑμῶν ἀναγκάζεται ποιεῖν. Ἀλλ' οὐχ ὑμᾶς τοὺς ἐν ἡλικίᾳ γενομένους ἡμεῖς τοσοῦτον ἀπαιτοῦμεν πόνον, ὅσον ὑμεῖς τοὺς παῖδας τοὺς ὑμετέρους. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον. ∆ιὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς· πλὴν εἰ μή τις σφόδρα ὑπνηλὸς εἴη καὶ νωθὴς, καὶ παιδίου μικροῦ ῥᾳθυμότερος. Ἀλλὰ φέρε πάλιν ἁψώμεθα τῆς ἀκολουθίας τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἴδωμεν πῶς τοῦ Νικοδήμου καταπεσόντος, καὶ πρὸς τὴν ἐνταῦθα 59.148.40 γέννησιν ἕλκοντος τὸ εἰρημένον, καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον, ἔχοντα μὲν καὶ οὕτω δυσκολίαν τῷ ψυχικῶς ἐρωτῶντι, δυνάμενον δὲ ὅμως ἀπὸ τῆς ταπεινότητος ἀναγαγεῖν τὸν ἀκούοντα. Τί γάρ φησιν; Ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὃ δὲ διὰ τούτου δηλοῖ, τοῦτό ἐστι· Σὺ μὲν ἀδύνατον αὐτὸ φὴς εἶναι· ἐγὼ δὲ οὕτως αὐτὸ σφόδρα δυνατὸν εἶναι λέγω, ὡς καὶ ἀναγκαῖον εἶναι, καὶ μηδὲ δυνατὸν ἄλλως σωθῆναι. Τὰ γὰρ ἀναγκαῖα, σφόδρα ἡμῖν εὔκολα πεποίηκεν ὁ Θεός. Ἡ μὲν γὰρ γηΐνη γέννησις ἡ κατὰ σάρκα ἀπὸ τοῦ χοός ἐστι· διὸ καὶ ἀποτετείχισται τὰ ἐν τοῖς οὐρανοῖς αὐτῇ· τί γὰρ κοινὸν τῇ γῇ πρὸς τὸν οὐρανόν; ἐκείνη δὲ ἐκ Πνεύματος οὖσα, ῥᾳδίως ἡμῖν τὰς ἁψῖδας ἀναπετάννυσι τὰς ἄνω. Ἀκούσατε ὅσοι τοῦ φωτίσματός ἐστε ἐκτός· φρίξατε, στενάξατε· φοβερὰ γὰρ ἡ ἀπειλὴ, φοβερὰ ἡ ἀπόφασις. Οὐκ ἔστι, φησὶ, τὸν μὴ γεννηθέντα ἐξ ὕδατος καὶ Πνεύματος, εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιότι τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς· οὐδέπω τὸ ∆εσποτικὸν ἔλαβε σύμβολον· ξένος 59.149 ἐστὶ καὶ ἀλλότριος· οὐκ ἔχει τὸ σύνθημα τὸ βασιλικόν. Ἐὰν μή τις, φησὶ, γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὁ Νικόδημος οὐδὲ οὕτω συνῆκεν. Οὐδὲν γὰρ χεῖρον τοῦ τοῖς λογισμοῖς τὰ πνευματικὰ ἐπιτρέπειν. Τοῦτο καὶ τοῦτον