1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

100

τὰς ἐκκλησιαστικὰς ψυχὰς ὁμογνωμονῶν αὐτοῖς η μὴ ἐκτρεπόμενος αὐτοὺς μετὰ τῶν μοιχῶν οντων τὴν μερίδα σου ἐτίθεις, ἁρμόζειν ἐρεῖς τὴν λέξιν ταύτην τοῖς ἐπαγγελλομένοις μὲν ἐκκλησιαστικοῖς ειναι, εἰς κοινωνίαν δὲ ἐρχομένοις μὴ ἐκκλησιαστικοῖς ἀνδράσιν. Τὸ στόμα σου ἐπλεόνασεν κακίαν. ὁ ἀγνοῶν τὸ ἀγαθόν, πράττων δὲ τὸ κακὸν ηττον ἁμαρτάνει· ὁ δὲ μετὰ τὸ γνῶναι τὸ ἀγαθὸν ἁμαρτάνων ἐπιτεινομένην εχει κακίαν· διὸ καὶ ὁ ἐγνωκὼς δοῦλος τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς. δύναται δὲ καὶ ουτως· ἐπεὶ διὰ στόματος ἀναλαβὼν τὴν τοῦ θεοῦ διαθήκην τὴν καρδίαν πλήρης ειχεν ἁμαρτίας, ἐκ τοῦ περισσεύματος τῆς καρδίας φαύλου οντος ἐν τῷ στόματι πλεοναζομένην ειχεν κακίαν, ὡς καὶ τὴν γλῶσσαν αὐτοῦ δι' ων σοφίζεται περιπλέκειν δολιότητας τοὺς αἱρετικοὺς λόγους οντας σοφίσματα. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. ὡς πρὸς τὸ ῥητὸν ἀδελφὸς ειναι δύναται ὁμογνήσιος καὶ ὁμοπάτριος, υἱὸς δὲ μητρὸς ὁ ὁμογάστριος καν ἐξ αλλου ειη πατρός. ὁ ουν ουτω πρὸς ἀδελφοὺς διακείμενος τίνα αλλον ἀγαπῆσαι δυνήσεται; πρὸς δὲ διάνοιαν· ἐπεὶ πρὸς ̓Ιουδαῖον ὁ λόγος ἐστὶν αἰσθητῶς ὁλοκαυτώματα τῷ θεῷ προσάγοντα καὶ θυσίας, πρὸς τοῦτον ῥητέον ἐκ προσώπου τοῦ θεοῦ λέγεσθαι Καθήμενος, ω ουτε, περὶ τὸ γράμμα τοῦ νόμου καταλαλεῖς τοῦ ἀδελφοῦ σου τοῦ κατὰ τὸ πνεῦμα τοῦ νόμου φρονοῦντος καὶ πολιτευομένου· ισθι δὲ οτι καὶ υἱὸς μητρός σού ἐστιν ουτος· ἀπὸ γὰρ τῆς αὐτῆς προθέσεως ἐκυήθη τὸ πνεῦμα καὶ τὸ γράμμα τοῦ νόμου. σκανδαλίζεις δὲ τὸν τῆς μητρὸς υἱὸν πρόσκομμα καὶ σκάνδαλον τιθεὶς τὴν κατὰ σκιὰν καὶ σαρκίνην περιτομὴν πολιτείαν. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. σιγὴ θεοῦ λέγεται ἡ πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμία· οτ' αν γὰρ παρ' αὐτὰ τιμωρῆται, οὐ σιωπᾷ ἀποφαινόμενος κατ' αὐτῶν α δεῖ αὐτοὺς παθεῖν. Τοῦτον τὸν νοῦν εχει καὶ τὸ ̓Εσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι, λέγει κύριος. πρὸς τὸν ἐλεγχόμενον ουν φησιν· Ταῦτα ἐποίησας α προλέλεκται ἁμαρτήματα, καὶ ἐσίγησα, διὰ τῆς σιωπῆς καὶ τῆς μακροθυμίας μακρόθεν τόπον διδοὺς μετανοίας· ὠφεληθῆναι δέον ἐκ τῆς τοιαύτης σιωπῆς, ἐκ τοῦ ἐναντίου ὑπέλαβες πρὸς οις ειχες κακοῖς ἀνομίαν, καθ' ην νομίζεις με ομοιόν σοι τυγχάνειν· εδοξάς με γὰρ χαίροντα οις πράττεις μὴ ἐπεξέρχεσθαι κατὰ σοῦ. 530 Ps 49,22 Οἱ λήθην θεοῦ διὰ ῥαθυμίας ἀναλαβόντες, σύνεσιν λάβετε τῶν εἰρημένων ἐπιστάνοντες οτι καν μακροθυμῶ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐ χαίρω οὐδ' ὡς πονηρὸς ποιῶ τοῦτο ἀλλ' ἀγαθότητι καὶ συμφύτῳ χρηστότητι ἀφορμὴν μεταγνώσεως διὰ τοῦ ὑπερτίθεσθαι τὴν τιμωρίαν ὀρέγων. εἰ γὰρ μὴ θελήσετε συνιέναι, ἁρπάζει ὁ ανομος η ἡ ἀνομία, καὶ οὐκ εστιν ὁ ῥυόμενος· ῥύσεται γὰρ ὁ θεὸς τοὺς συνόντας οι κακῶν εἰσιν καὶ μετανενοηκότας. ἀμέλει οἱ ἐξομολογούμενοι ἐπὶ παυσαμένοις καὶ οὐκέτ' ἐνεργουμένοις ἐξομολογοῦνται λέγοντες· ̓Ηνομήσαμεν ἠδικήσαμεν ἠσεβήσαμεν. οὐ γὰρ οιόν τ' ετι ἐνεργοῦντα ταῦτα ἐξομολογεῖσθαι. 531 Ps 49,23 Τουτέστιν ἡ τῆς αἰνέσεως ὑμνοῦσα καὶ θεολογοῦσα δοξάζει αὐτόν· ἡ γὰρ αἰσθητὴ μᾶλλον ἀτιμάζει, ἐπιδεῆ καὶ χρῄζοντα κνίσης εἰσάγουσα τὸν θεόν. Οὐκ ἐνταῦθα ἐν τῇ αἰσθητῇ λατρείᾳ ἀλλ' ἐκεῖ τῇ ἀληθείᾳ τυγχανούσῃ αἰνέσεως ἡ ὁδός ἐστιν ην δείκνυσιν φωτίζων ὁ θεὸς τὸ σωτήριον ἑαυτοῦ τὸν μονογενῆ υἱὸν σωτῆρα οντα η αὐτὴν τὴν σωτηρίαν· τὸ γὰρ τοῦ θεοῦ σωτήριον ὁτὲ μὲν τὴν σωτηρίαν, ὁτὲ δὲ τὸν σωτῆρα Χριστὸν σημαίνει.

532 Ps 50,1.2 ̓Αλλ' ορα μὴ ἐκ τούτου ἀφορμὴ γένηται κατεπιβῆναι τοῦ ∆αυίδ·

δικαιώσαντος γὰρ τοῦ θεοῦ οὐδείς ἐστιν ὁ κατακρίνων. εὐλαβὴς δὲ περὶ τὸν ανδρα γενήσει ἐπιστήσας ὡς πολυχρόνιος ων ὁ ἀνὴρ καὶ τὰ πλεῖστα τῶν ἐτῶν ἐν δυναστείαις καὶ βασιλείᾳ διατελέσας τοῦτο μόνον τὸ ἁμάρτημα εἰσάγεται πεποιηκὼς