100
οὐκ ἀφῆκεν ὑψηλόν τι καὶ μέγα φαντασθῆναι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς πιστοὶ καλούμεθα, ἵνα τῶν λογισμῶν τὴν ἀσθένειαν ἀφέντες τὴν κάτω, πρὸς τὸ ὕψος τῆς πίστεως ἀναβῶμεν, καὶ τὰ πλείονα τῶν ἀγαθῶν τῶν ἡμετέρων τῇ διδασκαλίᾳ ταύτῃ ἐπιτρέψωμεν· ὅπερ εἰ καὶ Νικόδημος ἐποίησεν, οὐκ ἂν αὐτῷ τὸ πρᾶγμα ἀδύνατον εἶναι ἐνομίσθη. Τί οὖν ὁ Χριστός; Ἀπάγων αὐτὸν τῆς ἐννοίας ταύτης τῆς χαμαὶ συρομένης, καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης διαλέγεται τῆς γεννήσεως, λέγει τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ταῦτα δὲ ἐφθέγγετο, τῷ φόβῳ τῆς ἀπειλῆς ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτὸν βουλόμενος, καὶ πεῖσαι τὸ πρᾶγμα μὴ νομίζειν εἶναι ἀδύνατον, καὶ τῆς περὶ τὴν σαρκικὴν γέννησιν φαντασίας ἀποστῆσαι σπουδάζων. Ἑτέραν λέγω γέννησιν, φησὶν, ὦ Νικόδημε· τί τὸν λόγον ἕλκεις πρὸς τὴν γῆν; τί τῇ τῆς φύσεως ἀνάγκῃ τὸ πρᾶγμα ὑποβάλλεις; Ἀνώτερός ἐστι τῶν τοιούτων ὠδίνων οὗτος ὁ τόκος, οὐδὲν ἔχει κοινὸν πρὸς ὑμᾶς· γέννησις μὲν γὰρ καὶ αὕτη λέγεται, ἀλλὰ τῷ ὀνόματι κοινωνεῖ, τῷ δὲ πράγματι διέστηκεν. Ἀπόστησον σαυτὸν τῆς κοινῆς συνηθείας· ἑτέραν εἰσάγω λοχείαν εἰς τὸν κόσμον· ἄλλως βούλομαι γεννᾶσθαι τοὺς ἀνθρώπους· ξένον ἦλθον κομίζων δημιουργίας τρόπον. Ἔπλασα ἀπὸ γῆς καὶ ὕδατος· οὐκ ἐγένετο χρήσιμον τὸ πλασθὲν, ἀλλὰ διεστράφη τὸ σκεῦος. Οὐκ ἔτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος πλάσαι βούλομαι, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος. Εἰ δέ τις ἐρωτᾷ, Πῶς ἀπὸ ὕδατος; ἐρωτῶ κἀγὼ, Πῶς ἀπὸ γῆς; πῶς γὰρ ὁ πηλὸς εἰς διάφορα μέρη κατεμερίσθη; πῶς τὸ μὲν ὑποκείμενον μονοειδὲς (γῆ γὰρ ἦν μόνη), τὰ δὲ ἐξ αὐτῆς γενόμενα ποικίλα καὶ παντοδαπά; Πόθεν ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ φλέβες; πόθεν ὑμένες, καὶ ἀγγεῖα ὀργανικὰ, καὶ χόνδροι, καὶ χιτῶνες, ἧπαρ, καὶ σπλὴν, καὶ καρδία; πόθεν δέρμα, καὶ αἷμα, καὶ φλέγμα, καὶ χολή; πόθεν αἱ τοσαῦται ἐνέργειαι; πόθεν χρώματα ποικίλα; ταῦτα γὰρ οὐ γῆς, οὐδὲ πηλοῦ. Πῶς ἡ γῆ δεχομένη σπέρματα βλαστάνει, ἡ δὲ σὰρξ δεχομένη σπέρματα σήπει; πῶς ἡ γῆ τρέφει τὰ βαλλόμενα, ἡ δὲ σὰρξ τρέφεται ὑπὸ τούτων, οὐ τρέφει ταῦτα; Οἷον ἡ γῆ ἡ δεχομένη ὕδωρ, οἶνον ποιεῖ· ἡ σὰρξ δεχομένη πολλάκις οἶνον, εἰς ὕδωρ μετέβαλε. Πόθεν οὖν δῆλον ὅτι ἀπὸ τῆς γῆς ταῦτα, τῆς γῆς ἐναντίως ἐχούσης πρὸς τὸ σῶμα, κατὰ τὰ εἰρημένα; Λογισμῷ μὲν εὑρεῖν οὐ δύναμαι, πίστει δὲ δέχομαι μόνῃ. Εἰ τοίνυν τὰ καθ' ἡμέραν γινόμενα καὶ ψηλαφώμενα πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ ἀποῤῥητότερα τούτων καὶ πνευματικώτερα. Καθάπερ γὰρ ἡ γῆ ἡ ἄψυχος, ἡ ἀκίνητος, ἐνεδυναμώθη τῷ θελήματι τοῦ Θεοῦ, καὶ τοσαῦτα ἐξ αὐτῆς τὰ θαύματα γέγονεν· οὕτω καὶ τοῦ Πνεύματος τῷ ὕδατι παρόντος, τὰ παράδοξα ταῦτα καὶ λογισμὸν ὑπερβαίνοντα εὐκόλως πάντα γίνεται. βʹ. Μὴ τοίνυν, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ, ἀπίστει· ἐπεὶ οὐδὲ τὴν ψυχὴν ὁρᾷς, καὶ ὅμως πιστεύεις ἔχειν ψυχὴν, καὶ ἄλλο ψυχὴν εἶναί τι παρὰ τὸ σῶμα. Ἀλλ' ὁ Χριστὸς οὐκ ἀπὸ τούτου τοῦ παραδείγματος αὐτὸν ἐνῆγεν, ἀλλ' ἑτέρου. Τοῦτο μὲν γὰρ, εἰ καὶ ἀσώματόν ἐστιν, ἡ ψυχὴ λέγω, διὰ τοῦτο οὐ παρήγα 59.150 γεν αὐτὸ, ἐπειδὴ ἔτι παχύτερον ἐκεῖνος διέκειτο. Τίθησι δὲ ἕτερον ὑπόδειγμα, ὃ μήτε κοινωνίαν τινὰ πρὸς τὴν τῶν σωμάτων ἔχει παχύτητα, μήτε εἰς τὴν τῶν ἀσωμάτων ἀνέβη φύσιν· ὅπερ ἐστὶν ἡ τοῦ ἀνέμου φορά. Καὶ πρῶτον ἀπὸ τοῦ ὕδατος ἄρχεται, τοῦ λεπτοτέρου μὲν τῆς γῆς, παχυτέρου δὲ τοῦ ἀνέμου. Ὥσπερ γὰρ ἐν ἀρχῇ ὑπέκειτο στοιχεῖον ἡ γῆ, τὸ δὲ πᾶν τοῦ διαπλάττοντος ἦν· οὕτω καὶ νῦν ὑπόκειται μὲν στοιχεῖον τὸ ὕδωρ, τὸ δὲ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος· καὶ τότε μὲν Εἰς ψυχὴν ζῶσαν ἐγένετο ὁ ἄνθρωπος, νῦν δὲ εἰς Πνεῦμα ζωοποιοῦν. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Ἡ μὲν γὰρ ψυχὴ οὐχ ἑτέρῳ παρέχει τὸ ζῇν, τὸ δὲ Πνεῦμα οὐ καθ' ἑαυτὸ ζῇ μόνον, ἀλλὰ καὶ ἑτέροις παρέχει τοῦτο. Οὕτω γοῦν καὶ νεκροὺς ἀνέστησαν οἱ ἀπόστολοι. Καὶ τότε μὲν τῆς κτίσεως γενομένης, ὁ ἄνθρωπος ὕστερον πλάττεται· νῦν δὲ τοὐναντίον· πρὸ γὰρ τῆς καινῆς κτίσεως ὁ ἄνθρωπος ὁ νέος δημιουργεῖται. Καὶ γὰρ πρῶτος οὗτος γεννᾶται, καὶ τότε ὁ κόσμος μετασχηματίζεται. Καὶ καθάπερ ἐξ