1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

101

καὶ πρὸς τοῦτο τὸ μεμετρηκέναι τὸν λαὸν παρὰ τὸ βούλημα θεοῦ ἀλλ' ωστε οὐδ' ἐπίμονον τὴν ἁμαρτίαν εσχεν. βασιλεὺς γὰρ ων τοσοῦτος καὶ τηλικοῦτος ἐλεγχθεὶς ἐφ' ῳ ημαρτεν παρὰ ἀνδρὸς ἰδιώτου οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐκάκισεν ἑαυτόν, ὡς τὸν ἐλέγχοντα προφήτην εἰπεῖν· Καὶ κύριος παρήγαγεν τὴν ἁμαρτίαν σου. τὸ γὰρ φάναι Καὶ κύριος εδειξεν οτι καὶ αὐτὸς ὁ ∆αυὶδ σφοδροτάτῃ μετανοίᾳ παραγαγὼν ην τὴν ἁμαρτίαν. ἐροῦμεν ουν οτι οἱ αλλοι ανθρωποι καταπίπτουσιν ἁμαρτάνοντες, οἱ δὲ αγιοι τρέχοντες τὸν τῆς σωτηρίας δρόμον, ει ποτε ὡς ανθρωποι ἀπροσεκτήσαντες προσκόψοιεν, οὐ καταπίπτουσιν ἀλλ' ἐπιμένουσι τῷ δρόμῳ, ὡς ἀδιαστάτου μείναντος τοῦ δρόμου μὴ δεδόκειν αὐτοὺς προσκεκοφέναι· καὶ δι' αλλα δὲ πολλὰ λυσιτελῆ ἀνεγράφησαν τὰ τῶν ἁγίων ἁμαρτήματα ων εν τοῦτο· ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἀρετὴν ειχον ἐπὶ μίμησιν τούτων καλούμενοι, ὀκνοῦντες ἐπροφασίσαντο αν θείαν μοῖραν ειναι καὶ ἁμαρτίας ἀνεπίδεκτον τοὺς ἁγίους, αὐτοὺς δὲ μὴ οντας τοιούτους, ἀδυνάτως ειχον μιμήσασθαι τοὺς τηλικούτους ἁγίους· οθεν ἐνδέδωκεν ἡ πρόνοια πρόφασιν ἁμαρτίας περὶ αὐτοὺς γεγενῆσθαι, ιν' ωσπερ ἀρετῆς ουτως καὶ μετανοίας διδάσκαλοι ωσιν τῶν παιδευόντων τότε ἀνυόντων, οτ' αν πράξαντες ωσιν. τάχα δὲ καὶ ουτοι οἱ τηλικοῦτοι εἰς ακρον ἀρετῆς φθάσαντες εδοξαν ἰδίᾳ δυνάμει ἀλλὰ μὴ θεοῦ συνεργείᾳ ἐπὶ τοῦτ' ἐληλυθέναι· ιν' ουν μὴ εἰς οιησιν πέσωσιν, παρεῖδεν ὀλίγον ἡ θεία χάρις, ιν' ὀλισθήσαντες ζητήσωσιν τὸν ἀρωγὸν τῆς ἑαυτῶν ἀσθενείας ἐν συναισθήσει γεγενημένοι. 533 Ps 50,1.2 Πεντηκοστὸς δὲ ουτος ψαλμὸς ἀναγέγραπται οὐ ματαίως. εχει γὰρ ἁρμονίαν πρὸς ελεον καὶ αφεσιν ὁ ἀριθμός, ἐπεὶ, εἰ τὸ ἀκόλουθον τῆς ἱστορίας ἐτήρει τὸ συγγραφικὸν πνεῦμα, προέτασσεν τούτου τὸν πεντηκοστὸν πρῶτον καὶ πεντηκοστὸν καὶ τοὺς ἐφ' ἑξῆς. ὁ γὰρ πεντηκοστὸς πρῶτος ἐπιγραφὴν εχει περιέχουσαν τὴν διαβολὴν ∆ωὴκ τοῦ Σύρου· αυτη δὲ ἡ ἱστορία πρὸ βασιλείας ἐστὶν τοῦ ∆αυίδ. καὶ ἡ τοῦ πεντηκοστοῦ τρίτου τῶν Ζιφαίων διαβολὴ πρὸς τὸν Σαοὺλ περὶ τοῦ ∆αυὶδ ὡς κεκρυμμένου παρ' αὐτοῖς περιέχει· καὶ τοῦτο δὲ τὸ διήγημα πρὸ τῆς βασιλείας τοῦ ∆αυὶδ γέγονεν, ἡ δὲ πρὸς τὴν Βηθσαβεὲ σύνοδος βασιλεύοντος τοῦ ∆αυὶδ γέγονεν. ειπερ ουν τὸ ἀκόλουθον τῆς ἱστορίας ἐσῴζετο, οὐκ αν ουτε πεντηκοστὸς ην μετ' ἐκείνους ταττόμενος. οτι δὲ ἀναλογίαν εχει πρὸς ελεον ὁ ἀριθμός, ὁ σωτὴρ περὶ ἀφέσεως διδάσκων χρεώστας παρέλαβεν ὑπευθύνους πεντήκοντα καὶ πεντακοσίοις δηναρίοις ἀφέσεως καὶ ἑκατέροις γεγενημένης διὰ τὸ πεντήκοντα καὶ τὸν συγγενῆ ἀριθμὸν χρεωστεῖν· ουτος δὲ ὁ πεντακοσιοστός ἐστιν. ἀμέλει τὸ πάσχα σφαγέντος τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ τὴν ἁμαρτίαν τοῦ κόσμου αιροντος, ἀναστάντος ἐκ νεκρῶν τοῦ τὴν αφεσιν πεποιηκότος, ὁ λαὸς ἐπὶ πεντήκοντα ἡμέρας διάγομεν εὐφραινόμενοι τὴν πεντηκοστὴν ἡμέραν τῆς ἐκχύσεως τοῦ πνεύματος ἀξιούμενοι. Καλούμενος δὲ παρ' ̔Εβραίοις ̓Ιωβηλαῖος ὁ διὰ πεντήκοντα ἐτῶν ἐνιαυτός ἐστιν ἑορτάσιμος ἐν ῳ χρεῶν ἀποκοπαὶ καὶ τῶν ̔Εβραίων ἐλευθερίαι κτήσεων ἀποκαταστάσεις βεβαιοῦνται· οθεν ἀκόλουθον καὶ τὸν περὶ μετανοίας τοῦ ∆αυὶδ ψαλμὸν πεντηκοστὸν τετάχθαι. εστιν δὲ συγκείμενος καὶ ἐξ ἑβδομάδων ἑπτὰ καὶ μονάδος, ὡς ειναι ἑβδομάδα ἑβδομάδων ἀριθμόν. εδει ουν ἐν ἑβδομάδων γενέσθαι τὸν ἀποβάλλοντα τὸ αχθος καὶ τὸ εργον τῆς ἁμαρτίας. 534 Ps 50,3a ̔Ο σφοδρῶς μετανοῶν καὶ τοὺς προσήκοντας τῇ μετανοίᾳ καρποὺς ἀγαπῶν αἰτεῖ καὶ τὸν παρὰ θεοῦ μέγαν ελεον εἰς αὐτὸν γενέσθαι, οὐκ ἐπαρκούσης τῆς μετανοίας ανευ ἐλέου θεοῦ οὐδὲ τοῦ ἐλέου τοῦ θεοῦ ανευ τῆς ἐκ τοῦ ἐφ' ἡμῖν μεταγνώσεως πρὸς σωτηρίαν. 535 Ps 50,3b Ωσπερ αἱ δυσέκπλυτοι βαφαὶ οὐ μιᾷ πλύσει ἀλλὰ πολλαῖς ἐξίτηλοι γίνονται, ουτω καὶ τὰ μεγάλα τῶν ἀνομημάτων πολλοῖς οἰκτιρμοῖς θεοῦ ἀπαλείφεται. 536 Ps 50,4 Τὴν αὐτὴν ἐνέργειαν ἀνομίαν καὶ ἁμαρτίαν καλεῖ τῷ κατὰ τὴν ἐπίνοιαν διαφέρειν, τῷ ανευ μὲν νόμου