101
ἀρχῆς ὁλόκληρον ἔπλασεν, οὕτω καὶ νῦν ὁλόκληρον αὐτὸν δημιουργεῖ. Καὶ τότε μέν φησι, Ποιήσωμεν αὐτῷ βοηθόν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ὁ γὰρ τὴν τοῦ Πνεύματος λαβὼν χάριν, τίνος δεήσεται βοηθοῦ ἑτέρου; ὁ εἰς τὸ σῶμα τοῦ Χριστοῦ τελῶν, ποίαν ἔχει λοιπὸν συμμαχίας χρείαν; Τότε κατ' εἰκόνα Θεοῦ ἐποίησε τὸν ἄνθρωπον, νῦν αὐτῷ τῷ Θεῷ ἥνωσε· τότε ἰχθύων ἄρχειν καὶ θηρίων ἐκέλευσε, νῦν ὑπεράνω τῶν οὐρανῶν τὴν ἀπαρχὴν ἡμῶν ἀνήγαγεν· τότε παράδεισον ἔδωκε τὴν δίαιταν, νῦν δὲ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε· τότε ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, ἐπειδὴ ἔμελλε καὶ συντελεῖσθαι ὁ αἰών· νῦν δὲ τῇ πρώτῃ ἡμέρᾳ καὶ ἐν προοιμίοις, ὅτε καὶ τὸ φῶς. Ἐξ ὧν πάντων δῆλον, ὅτι ἑτέρας ζωῆς ἀμείνονος τὰ τελούμενα ἦν, καὶ καταστάσεως πέρας οὐκ ἐχούσης. Ἡ μὲν οὖν προτέρα πλάσις ἀπὸ γῆς, ἡ τοῦ Ἀδὰμ, καὶ ἀπὸ πλευρᾶς ἡ μετ' ἐκείνην, ἡ τῆς γυναικὸς, καὶ ἀπὸ σπέρματος ἡ μετ' αὐτὴν, ἡ τοῦ Ἄβελ· ἀλλ' ὅμως οὐδεμιᾶς ἐφικέσθαι δυνάμεθα τούτων, οὐδὲ παραστῆσαι λόγῳ τὰ γενόμενα, καίτοι παχύτατα ὄντα. Πῶς οὖν περὶ τῆς νοητῆς τῆς διὰ τοῦ βαπτίσματος γεννήσεως δυνησόμεθα δοῦναι εὐθύνας τῆς πολλῷ τούτων ὑψηλοτέρας, καὶ λογισμοὺς ἀπαιτεῖσθαι τῆς θαυμαστῆς καὶ παραδόξου ταύτης λοχείας; ἐπεὶ καὶ ἄγγελοι τῇ γεννήσει ταύτῃ παρεστήκασι γινομένῃ. Εἰπεῖν δὲ τὸν τρόπον οὐκ ἂν ἔχοι τις τῆς θαυμαστῆς ἐκείνης γεννήσεως τῆς διὰ τοῦ βαπτίσματος. Καὶ παρεστήκασι τελοῦντες μὲν οὐδὲν, μόνον ὁρῶντες δὲ τὰ γινόμενα. Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα ἐργάζεται. Πειθώμεθα τοίνυν τῇ ἀποφάσει τοῦ Θεοῦ· ὄψεως γάρ ἐστιν αὐτὴν πιστοτέρα. Ἡ μὲν γὰρ ὄψις πολλαχοῦ καὶ σφάλλεται· ἐκείνην δὲ ἀμήχανον διαπεσεῖν. Πειθώμεθα τοίνυν αὐτῇ. Ἡ γὰρ τὰ μὴ ὄντα παραγαγοῦσα, ἀξιόπιστος ἂν εἴη καὶ περὶ τῆς φύσεως αὐτῶν διαλεγομένη. Τί οὖν αὕτη φησίν; Ὅτι γέννησίς ἐστι τὸ τελούμενον. Εἰ δέ τίς σοι λέγοι, Πῶς; ἐπιστόμισον αὐτὸν τῇ ἀποφάσει τοῦ Χριστοῦ, ἥπερ ἐστὶ μεγίστη καὶ σαφὴς ἀπόδειξις. Εἰ δέ τις ἐρωτῴη, τίνος ἕνεκεν τὸ ὕδωρ παρείληπται; ἀντερωτήσωμεν καὶ ἡμεῖς· Τίνος δὲ ἕνεκεν ἡ γῆ παρὰ τὴν ἀρχὴν εἰς τὴν τοῦ ἀνθρώπου διάπλασιν παρήγετο; Ὅτι γὰρ καὶ τῆς γῆς χωρὶς ποιῆσαι ἄνθρωπον αὐτῷ δυνατὸν ἦν, παντί που δῆλον. Μηδὲν τοίνυν περιερ 59.151 γάζου. Ὅτι γὰρ ἀναγκαία καὶ ἀπαραίτητος ἡ τοῦ ὕδατος χρεία, οὕτως ἂν μάθοις. Τοῦ Πνεύματός ποτε καταπτάντος πρὸ τοῦ ὕδατος, οὐκ ἔστη μέχρις ἐκείνου ὁ Ἀπόστολος, ἀλλ' ὡς ἀναγκαίου καὶ τούτου καὶ οὐ περισσοῦ, ὅρα τί φησι· Μήτι τὸ ὕδωρ δύναταί τις κωλῦσαι, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Τίς οὖν ἐστιν ἡ τοῦ ὕδατος χρεία; Καὶ ταύτην ἤδη λοιπὸν ἐρῶ, τὸ μυστήριον ἐκκαλύπτων ὑμῖν τὸ ἀποκεκρυμμένον. Εἰσὶ μὲν γάρ τινες καὶ ἕτεροι ἀπόῤῥητοι λόγοι τοῦ πράγματος, τέως δὲ ἐκ τῶν πολλῶν ὑμῖν ἐγὼ ἕνα ἐρῶ. Τίς οὖν οὗτός ἐστι; Θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα, τάφος καὶ νέκρωσις, καὶ ἀνάστασις καὶ ζωὴ, καὶ ταῦτα ὁμοῦ γίνεται πάντα. Καθάπερ γὰρ, ἔν τινι τάφῳ, τῷ ὕδατι καταδυόντων ἡμῶν τὰς κεφαλὰς, ὁ παλαιὸς ἄνθρωπος θάπτεται, καὶ, καταδὺς κάτω, κρύπτεται ὅλος καθάπαξ· εἶτα ἀνανευόντων ἡμῶν, ὁ καινὸς ἄνεισι πάλιν. Ὥσπερ γὰρ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι, οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν ἄνθρωπον τὸν παλαιὸν, καὶ ἀναδεῖξαι τὸν νέον. Τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς, ὅτι δύναμις Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου ἅπαντα ταῦτα πληροῖ. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον Παύλου λέγοντος· Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· καὶ πάλιν, Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ πάλιν, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Οὐ μόνον δὲ τὸ βάπτισμα σταυρὸς λέγεται, ἀλλὰ καὶ ὁ σταυρὸς βάπτισμα. Τὸ γὰρ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, φησὶ, βαπτισθήσεσθε· καὶ πάλιν, Βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε. Καθάπερ γὰρ ἡμεῖς εὐκόλως βαπτιζόμεθα καὶ ἀνανεύομεν· οὕτω καὶ αὐτὸς εὐκόλως ἀποθανὼν, ὅτε ἠθέλησεν, ἀνέστη· μᾶλλον δὲ καὶ πολλῷ ῥᾷον, εἰ καὶ τὰς τρεῖς ἡμέρας διὰ μυστηρίου τινὸς οἰκονομίαν ἀνέμενε. γʹ.