1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

102

συνίστασθαι ἀνομίαν, τῷ δὲ κατὰ παράβασιν νόμου συνίστασθαι ἁμαρτίαν· πλὴν ἑκατέρως αὐτὴν ἐκπλυθῆναι καὶ καθαρισθῆναι ἀξιοῖ θεὸν τὸν ἐκπλύναι αὐτὴν καὶ καθαρίσαι δυνάμενον ἀπὸ τῆς προειρημένης εξεως. 537 Ps 50,5 ̔Ο δὲ τὴν απαξ πραχθεῖσαν ἁμαρτίαν ἐνώπιον αὐτοῦ εχων οὐκ ἀνάσχοιτο ἑτέραν ποιῆσαι· τῶν γὰρ προτέρων ἐπιλανθανόμενοι ἑτέρας ἐνεργοῦμεν ἡμεῖς. 538 Ps 50,6ab Οσον ἐπὶ τῷ ειναι βασιλεὺς οὐχ ὑπέκειτο ἀνθρωπίνῳ νόμῳ, οθεν οὐδέ τινι τῶν νομοθετῶν ημαρτεν οὐδ' ἐνώπιόν τινος αὐτῶν τὸ πονηρὸν ἐποίησεν· ἐπειδὴ δὲ πρὸς τῷ βασιλεὺς καὶ θεοσεβὴς ειναι βούλεται, ὑπέκειτο τῷ τοῦ θεοῦ νόμῳ· διὸ καὶ ημαρτεν μόνῳ θεῷ, καὶ τὸ πονηρὸν ἐνώπιον αὐτοῦ ἐποίησεν. 539 Ps 50,6cδ Καὶ πάλιν· ἐπεὶ θεὸς ειπεν ἐπιρρεπεστέραν ειναι τὴν διάνοιαν τῶν ἀνθρώπων ἐπὶ τὰ πονηρὰ καὶ τὸ Οὐκ εστιν ανθρωπος ος οὐχ ἁμαρτήσεται ἁμαρτανόντων καὶ αὐτῶν τῶν τελείων, δικαιοῦται ὁ θεὸς ἐν τοῖς λόγοις ἑαυτοῦ ἐν οις ειπεν πάντας ἐκκεκλικότας αμα ἠχρεῶσθαι· ταύτῃ δὲ καὶ νικᾷ κρινόμενος πρὸς τοὺς ἀνθρώπους ἀποδεικνὺς αὐτοὺς ἁμαρτωλούς. συνῳδὸν τούτοις τὸ ̓Εὰν ειπωμεν Οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν· εἰ γὰρ ἀπεφήνατο κατὰ πάντων ἐπιρρεπῶς ἐχόντων πρὸς ἁμαρτίαν, ὁ ἀναμαρτησίαν αὐχῶν οσον εἰς αὐτὸν ψεύστην ἀποφαίνει τὸν θεόν. 540 Ps 50,8 ̔Ο τῇ σοφιστικῇ εξει ἐγγεγυμνασμένος ἐπὶ θήρᾳ τῆς ἀληθείας τὸ μέγεθος αὐτῆς γνοὺς ἀγάπην πρὸς αὐτὴν εσχεν τελείαν. οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος, οιός ἐστι Μωυσὴς καὶ ∆ανιήλ. μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων ἐπ' αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες ὑπὸ τοῦ θεοῦ μαρτυρίαν εσχον ὡς οντες τέλειοι σοφοί, δηλώσαντος αὐτοῖς τοῦ θεοῦ τὰ αδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ ὡς μηδὲν αὐτοῖς ετι ἀσαφὲς η ἐπεσκιασμένον ειναι. ταύτης τῆς εξεως καὶ ὁ ∆αυὶδ τυγχάνων ἀνεφθέγξατο τὸν προκείμενον στίχον. 541 Ps 50,9 ̔Ο γνησίως τῷ τυπικῷ πάσχα προσεληλυθὼς ὑπὸ τοῦ αιματος τοῦ ἐν ἡμῖν προβάτου καθαίρεται, προσαγομένου ὑσσώπου ὡς ἐν ̓Εξόδῳ γέγραπται· ὁ δὲ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αιροντα τὴν ἁμαρτίαν τοῦ κόσμου προσηκάμενος, πλυνόμενος τῷ αιματι τῷ ἐκ τῆς σφαγῆς αὐτοῦ, ὑπὲρ χίονα λευκαίνεται. ἑκάτερα δὲ περὶ τὸν ∆αυὶδ γέγονεν· ἐρραντίσθη γὰρ ὑσσώπῳ (τὸ αιμα τοῦ τυπικοῦ προβάτου) καὶ ἐπλύθη ὑπὸ ̓Ιησοῦ ὡς ὑπὲρ χίονα λευκανθῆναι· χίονα δὲ νοητὴν ἐνταῦθα σημαίνει. 542 Ps 50,10 Πολλάκις ηδη δόγματα καὶ ψυχῆς δυνάμεις ειναι ειρηται τὰ ὀστᾶ· ταῦτα ταπεινοῦται ὑπὸ ἁμαρτίας καὶ σοφιστικῆς γοητείας. θεοῦ δὲ ἀκουτίσαντος ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσεται τὰ τεταπεινωμένα ὀστᾶ. 543 Ps 50,11b ̓Εξαλείφονται δὲ ἁμαρτίαι ἀπὸ τῆς μετουσίας τῶν ἀρετῶν· ὡς γὰρ ἡ ἐπιστήμη εἰς ψυχὴν ἐλθοῦσα ἐξαλείφει καὶ ἀφανίζει τὴν αγνοιαν, ουτω παρουσίᾳ ἀρετῆς τελείας ἐξαλείφεται πᾶσα ἁμαρτία. 544 Ps 50,12 ̓Εὰν πάσας τὰς ἁμαρτίας μου ἐξαλείψῃς τὰς ἐγγεγραμμένας διὰ τῶν τυπώσεων τῇ καρδίᾳ μου, καρδίαν κτίζεις καθαρὰν ἐν ἐμοὶ πάσης κακίας στερομένην, ἀλλὰ Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Εγκατα δὲ ψυχῆς αἱ ὀρθαὶ εννοιαι καὶ σπουδαῖαι διαλήψεις περὶ ων φησιν· Καὶ πάντα τὰ ἐντός μου εὐλογεῖτε τὸ ονομα αὐτοῦ. εὐθὲς δ' ἐστὶν πνεῦμα ητοι τὸ αγιον η ἡ συνείδησις ἡ ὀρθὴ η ο λέγει πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. σημειωτέον οτι ἡ εκτισεν φωνὴ οὐκ οὐσίωσιν σημαίνει ἀλλὰ σχέσιν τινὰ ἐπιτεινομένην οις αν παραγένηται. 545 Ps 50,13.14 Τῶν σπουδαίων ἀδιαστάτως παρισταμένων τῷ τοῦ θεοῦ προσώπῳ μόνος ὁ ἁμαρτάνων ἐκβάλλεται καὶ ἀπορρίπτεται αὐτοῦ. ἐμὲ δὲ περιεχόμενον τῆς θείας κατανοήσεώς σου μὴ κρίνῃς ειναι τοιοῦτον, ωστ' ἀπορριφῆναι ἀπὸ προσώπου σου· ἀλλὰ καὶ τὸ πνεῦμα ο ἐνῴκισάς μοι αγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, ωστε με γυμνωθῆναι ἀπ' αὐτοῦ. Προσδοκῶν τὴν δεῦρο κάθοδον τοῦ σωτῆρος, ἐφ' ῃ ἀγαλλίασιν τελείαν εχειν συμβαίνει, παρακαλεῖ τὸν