103
πατέρα φάσκων ̓Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, οπως καὶ πνεύματι ἡγεμονικῷ καὶ τελείῳ στηρίσῃς με. ἑκατέρως δὲ καὶ ἐν τούτοις πνεῦμα λέγει ητοι τὸ αγιον αρχον καὶ ἡγεμονεῦον η τὸ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ετερον ον τῆς τοῦ ἀνθρώπου ψυχῆς. τοῦτο δὲ τὸ ἡγεμονικὸν πνεῦμα τὸ κατὰ τὴν προτέραν ἐκδοχὴν στηριγμὸν καὶ βεβαίωσιν οις αν παραγένηται ὀρέγει. 546 Ps 50,15 Καὶ ἐν τῇ προγραφῇ τοῦ ψαλμοῦ ἐφάσκομεν παρορᾶν ποτὲ τὸν θεὸν τοὺς σπουδαίους ωστε ἁμαρτίαν ποιεῖν, ινα μετανοοῦντες εργῳ καὶ τὴν περὶ μετανοίας διδασκαλίαν ἐπιδείξωνται. ἰδοὺ γοῦν καὶ ἐνταῦθα βεβαιοῦται τὸ εἰρημένον· διὰ γὰρ τῆς ἐξομολογήσεως τῆς πρὸς θεὸν διδάσκειν ὑπισχνεῖται ἀνόμους αὐτοῦ τοῦ θεοῦ τὰς ὁδούς, ινα τούτων ἐπιβάντες, εἰ καί ποτε ἠσέβησαν, ἐξ ὀλιγωρίας ἐπιστρέψωσιν πρὸς αὐτόν. 547 Ps 50,15 ̔Ως γὰρ ἀρίστου βίου μίμημα καὶ ὑπογραμμὸν εχουσιν τοὺς κατορθώσαντας, ουτω καὶ οἱ περὶ γνῶσιν ἐσφαλμένοι εχουσι μιμήσασθαι τὸν εἰς μετάνοιαν ἐρχόμενον, ἀσεβεῖς οντες πρὸς θεὸν ἐπιστρέφοντες. 548 Ps 50,16a ̓Επεὶ δι' ων ἐποίησα πρὸς θάνατον ἁμαρτιῶν πλήρης εἰμὶ αἱμάτων, ἐκ τούτων ῥῦσαί με ὁ καθάπαξ θεὸς ων καὶ ἡμέτερος. τάχα δὲ καὶ ὁ ∆αυὶδ ἐκ τῶν τοῦ Οὐρίου καὶ ει τινες αλλοι συναπέθανον αὐτῷ ῥυσθῆναι ἀξιοῖ ὑπὸ τοῦ θεοῦ οντος τοῦ θεοῦ τῆς σωτηρίας αὐτοῦ. 549 Ps 50,16b.17 ̔Ο λόγος ὁ ἡμέτερος Γλῶσσά μου καλούμενος ἐν τῷ ἀεὶ περὶ τῆς δικαιοσύνης σου φθέγγεσθαι ἀγαλλιάσεται τὴν δικαιοσύνην σου. ἐκείνου δ' ἀνοίγει τὰ χείλη ὁ θεὸς τοῦ λαβόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ, δι' ο καὶ τὸ στόμα αὐτοῦ ἐξαγγελεῖ τὴν αινεσιν τοῦ θεοῦ ἀεὶ αἰνοῦν καὶ εὐχαριστοῦν αὐτῷ. 550 Ps 50,20 ̔Ο περὶ ἁμαρτίας ἰδίας ἐξομολογούμενος τί βούλεται περὶ τῆς Σιὼν καὶ ̔Ιερουσαλὴμ διαλέγεσθαι; ἀλλ' ἐπεὶ ειπομεν μὴ πάντως αὐτὸν βεβλάφθαι ἐκ τοῦ ἐπταικέναι ἐν τῷ συντόνῳ δρόμῳ, τούτου χάριν προφητικὴν ετι εξιν εχων καὶ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν ευχεται καὶ προφητεύει ̓Αγαθύνον λέγων τὴν Σιὼν ἐν τῇ σῇ εὐδοκίᾳ τῷ υἱῷ σου γεγενημένην καὶ τῷ πνεύματι συνεγγίζουσαν· ἀλλὰ καὶ οἰκοδομεῖται τὰ τείχη τῆς ̔Ιερουσαλήμ. ἀγγέλων δὲ φρουραὶ ταῦτα η δογμάτων ἀκαταλύτων ιδρυσις. 551 Ps 50,21 ∆ικαιοσύνην φησὶν τὴν διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας συνισταμένην. αυτη δὲ ἡ δικαιοσύνη ἀναφορὰ καὶ ὁλοκαυτώματα πνευματικὰ τυγχάνει καὶ τὸ Θύσατε θυσίαν δικαιοσύνης· ἀλλὰ καὶ ἐπὶ τὸ πνευματικὸν θυσιαστήριον ἀνοίσουσι μόσχους γεωπόνους ελκοντας αροτρα ψυχὰς οὐκ αλλας τυγχανούσας τῶν ψυχῶν τῶν μαρτύρων ὀφθείσας παρὰ τὸ ἐπουράνιον θυσιαστήριον ἀναφερομένας ἐπ' αὐτῷ μόσχων δίκην. ἐν γὰρ τῇ ̓Αποκαλύψει ̓Ιωάννου αἱ τῶν πεπελεκισμένων ψυχαὶ διὰ τὸ ονομα ̓Ιησοῦ καὶτὴν μαρτυρίαν αὐτοῦ ὑπὸ τὸ θυσιαστήριον τὸ ἐπουράνιον τεθεώρηνται.
552 Ps 51 αργ Τίνα δὲ δεῖ τῆς τοσαύτης τραγῳδίας πρόφασιν παρασχεῖν η τὸν
νομέα τῶν ἀλόγων ζῴων; ἀγελάρχης γὰρ ην ἡμιόνων. ὁ γοῦν ∆αυὶδ συνεὶς τὴν πολλὴν αὐτοῦ κακίαν η τὸν κινήσαντα τὸν ἐν αὐτῷ φθόνον διάβολον ὡς πρὸς παρόντα τὰς λέξεις ἐφθέγξατο τοῦ ψαλμοῦ. 553 Ps 51,3 β Τὸ ονομα τὸ ̔Ημέρα ἐνταῦθα φανέρωσιν δηλοῖ η ολον τὸν χρόνον καθ' ον ἀνομεῖ. 554 Ps 51,6 Καταποντισμοῦ ῥήματά ἐστι τὰ τιμωρίαν φέροντα, τοῦ καταποντισμοῦ σημαίνοντος κόλασιν ὡς καὶ Τοῦ αφρονος δὲ χείλη καταποντιζοῦσιν αὐτόν. καὶ ∆ωὴκ ουν ὁ ̓Ιδουμαῖος ἀληθῶς γήινος ἑρμηνευόμενος, ἀεὶ κλονούμενος τῷ ἀβέβαιος ειναι· εἰς σάλον γὰρ ∆ωὴκ ἑρμηνεύεται ος διαβολὴν ἐργασάμενος κατὰ θεραπευτῶν θεοῦ ἠγάπησε γλῶσσαν δολίαν καὶ σὺν αὐτῇ ῥήματα καταποντίζοντα αὐτόν. δηλοῖ δὲ τὸ Εὐαγγέλιον καταποντισμὸν ειναι τὴν κόλασιν λέγον τῷ σκανδαλίζοντι ενα τῶν μικρῶν ἐν τῇ ἐκκλησίᾳ· Συμφέρει καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης