103
σπόρον καταβάλωμεν, καὶ μηδενὸς φεισώμεθα τῶν ἔνδον, ἵνα μετὰ πολλῆς αὐτὰ ἀπολάβωμεν τῆς ἀντιδόσεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.153 ΟΜΙΛΙΑ ΚΣΤʹ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ
γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. αʹ. Μεγάλων ἡμᾶς μυστηρίων κατηξίωσεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ·
μεγάλων, καὶ οἵων ἡμεῖς οὐκ ἦμεν ἄξιοι, ἀλλ' οἵων αὐτῷ παρέχειν πρέπον ἦν. Ἂν μὲν γὰρ τὴν ἀξίαν τὴν ἡμετέραν λογίσηταί τις, οὐ μόνον τῆς δωρεᾶς ἦμεν ἀνάξιοι, ἀλλὰ καὶ κολάσεως ὑπεύθυνοι καὶ τιμωρίας. Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, φησί. Ποία καινὴ κτίσις; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Παράδεισον ἐπιστεύθημεν, καὶ οὐδὲ τῆς ἐν αὐτῷ διαγωγῆς ἐφάνημεν ἄξιοι, καὶ εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν. Ἐν τοῖς πρώτοις οὐχ εὑρέθημεν πιστοὶ, καὶ μείζονα ἐνεχείρισεν· ἑνὸς ἀποσχέσθαι ξύλου οὐκ ἰσχύσαμεν, καὶ τὴν ἄνω παρέσχε τρυφήν· ἐν παραδείσῳ οὐκ ἐκαρτερήσαμεν, καὶ τοὺς οὐρανοὺς ἡμῖν ἀνεπέτασεν. Εἰκότως ἔλεγεν ὁ Παῦλος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Οὐκ ἔτι μήτηρ, οὐκ ἔτι ὠδῖνες, οὔτε ὕπνοι, καὶ συνουσίαι καὶ περιπλοκαὶ σωμάτων· ἄνω λοιπὸν ὑφαίνεται τῆς ὑμετέρας φύσεως ἡ κατασκευὴ, ἀπὸ Πνεύματος ἁγίου καὶ ὕδατος. Τὸ δὲ ὕδωρ παρείληπται, τόκος τῷ τικτομένῳ γινόμενον. Ὅπερ γάρ ἐστιν ἡ μήτρα τῷ ἐμβρύῳ, τοῦτο τῷ πιστῷ τὸ ὕδωρ· ἐν γὰρ τῷ ὕδατι διαπλάττεται καὶ μορφοῦται. Τὸ μὲν γὰρ πρῶτον ἐλέγετο· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξ οὗ δὲ ἐπέβη τῶν Ἰορδάνου ῥείθρων ὁ ∆εσπότης, οὐκ ἔτι ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ ψυχὰς λογικὰς καὶ πνευματοφόρους τὸ ὕδωρ ἀναδίδωσι. Καὶ ὃ περὶ τοῦ ἡλίου εἴρηται, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο περὶ τῶν πιστῶν καιρὸς ἂν εἴη μᾶλλον εἰπεῖν. Πολλῷ γὰρ φαιδροτέρας ἀφιᾶσι τὰς ἀκτῖνας ἐκείνου. Ἀλλὰ τὸ μὲν ἐν τῇ μήτρᾳ διαπλαττόμενον, χρόνου δεῖται· ἐν τῷ ὕδατι δὲ οὐχ οὕτως, ἀλλ' ἐν μιᾶ ῥοπῇ πάντα γίνεται. Ἔνθα μὲν γὰρ ἐπίκηρος ἡ ζωὴ καὶ ἀπὸ σωματικῆς φθορᾶς ἔχει τὴν ἀρχὴν, βραδύνει τὸ τικτόμενον, (τοιαύτη γὰρ τῶν σωμάτων ἡ φύσις· χρόνῳ προσλαμβάνει τὸ τέλειον)· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτω. Τί δήποτε; Ὅτι τέλεια ἐξ ἀρχῆς κατασκευάζεται τὰ γινόμενα. Ἀλλ' ἐπειδὴ ὁ Νικόδημος ἀκούων ταῦτα συνεχῶς ἐταράττετο, ὅρα πῶς αὐτῷ παρανοίγει τὸ ἀπόῤῥητον τοῦ μυστηρίου τούτου, καὶ σαφὲς ἐργάζεται τὸ ἀσαφὲς ἐκείνῳ τέως, Τὸ γεγεννημένον, λέγων, ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἀπάγει τῶν αἰσθητῶν αὐτὸν ἁπάντων, καὶ οὐκ ἀφίησι τοῖς ὀφθαλμοῖς τούτοις περιεργάσασθαι τὴν μυσταγωγίαν. Οὐ γὰρ περὶ σαρκὸς διαλεγόμεθα, φησὶν, ἀλλὰ περὶ Πνεύματος, ὦ Νικόδημε. Τέως αὐτὸν τῷ λόγῳ τούτῳ πρὸς τὸ ἄνω παρέπεμψε. Μηδὲν τοίνυν τῶν αἰσθητῶν ἐπιζήτει· τὸ γὰρ Πνεῦμα οὐκ ἂν φανείη τοῖς ὀφθαλμοῖς τούτοις· μηδὲ νόμιζε, ὅτι σάρκα τίκτει τὸ Πνεῦμα. Πῶς οὖν, ἴσως εἴποι ἄν τις, ἡ τοῦ Κυρίου σὰρξ ἐτέχθη; Οὐκ ἀπὸ Πνεύματος μόνον, ἀλλὰ καὶ ἀπὸ 59.154 σαρκός. ∆ιὸ καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Γενόμενος ἐκ γυναικὸς, γενόμενος ὑπὸ νόμον. Τὸ μὲν γὰρ Πνεῦμα αὐτὸν διέπλασεν οὕτως, οὐ μὴν ἐξ οὐκ ὄντων· ἐπεὶ τί ἔδει τῆς μήτρας; ἀλλ' ἐκ τῆς σαρκὸς τῆς παρθενικῆς· τὸ δὲ, πῶς, οὐ δύναμαι ἑρμηνεύειν. Τοῦτο δὲ γέγονεν, ἵνα μή τις ἀλλότριον τῆς ἡμετέρας εἶναι νομίσῃ φύσεως τὸ τικτόμενον. Εἰ