1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

104

περικεισόμενον αὐτῷ μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ. 555 Ps 51,7 ∆ιὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος τουτέστι παντελῶς καθελεῖ σε ὡς οὐ καλῶς οἰκοδομηθέντα ἀλλὰ καὶ ὡς κακῶς φυτευθέντα ἐκτῖλαι ὁ φάσκων Πᾶσα φυτεία ην οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται· ἀλλὰ καὶ τοῦ ἱεροῦ σκηνώματος μεταναστεῦσαι ποιήσει, ἐκβάλλων καὶ φυγαδεύων σε ἐκ τῆς σκηνῆς ἐκείνης ης τοὺς ἱερεῖς διαβέβληκας καὶ εἰς θάνατον ηγαγες, ετι μὴν Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. εἰ γὰρ καὶ ̓Ιδουμαῖος ην ἀλλὰ προσηλύτευσας τῷ ̓Ισραὴλ διὰ τῆς τοῦ νόμου κατηχήσεως, ἐν τῷ σκηνώματι καὶ τῇ τῶν ζώντων γῇ πεφύτευτο· εἰ γὰρ μὴ ειχε σέβας πρὸς τὸν τοῦ ̓Ισραὴλ θεόν, οὐδ' αν ἐν τῷ ἱερῷ ἐνοχλούμενος ηρχετο. τὰ δὲ πρὸς τοῦτον λεγόμενα ἁρμόσει πρὸς πάντας τοὺς ἀπὸ τῆς εὐσεβείας μεταπίπτοντας. 556 Ps 51,8.9a Οἱ πάνυ εὐλαβεῖς, οταν μεταπίπτοντας ἐξ ἀρετῆς εἰς κακίαν ιδωσί τινας, φόβον λαμβάνουσι μὴ τὰ αὐτὰ πάθοιεν. ουτοι δὲ καὶ ἐπικερτομήσαιεν κατὰ τοῦ ἁλόντος ὡς ἐπ' αὐτῷ γελᾶν ἐροῦντες Ουτος ὁ ανθρωπος οὐκ εθετο τὸν θεὸν βοηθὸν αὐτοῦ· η γὰρ αν οὐ διέβαλε τοὺς δούλους καὶ θεραπόντας αὐτοῦ. συμβαλεῖς τούτοις τὸ ̔Ο ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. 557 Ps 51,11 Εὐχαριστίαν διὰ τοῦ ἐξομολογεῖσθαι τῷ θεῷ δηλοῖ ἐπὶ τῷ πεποιηκέναι αὐτόν, ισως α ᾐτήσατο η α προτέθειτο. προθέμενος γὰρ ην φυγεῖν τὸν Σαούλ. ̓Αλλὰ καὶ ετι ὑπομενῶ, φησίν, τὸ ονομά σου εστ' αν αὐτοῦ τύχω οτι χρηστὸν καὶ ἀγαθότητός ἐστι πλῆρες ἐναντίον τῶν ὁσίων σου· οἱ γὰρ ὁσιότητα κατορθώσαντες τῆς χρηστότητος τοῦ ὀνόματός σου αἰσθάνονται.

558 Ps 52,2a Αφρονα ἡγητέον λέγεσθαι τὸν φρονήσεως θείας στερούμενον.

φαίνεται γὰρ ουτος περὶ ου ὁ λόγος μὴ σῴζων κοινὴν φρένα. εἰδὼς γὰρ πάσῃ ψυχῇ εννοιαν θεοῦ καταβεβλημένην, ἀθεότητα ἀσπαζόμενος, οὐδενὶ αλλῳ εἰ μὴ τῇ ἑαυτοῦ καρδίᾳ ειπεν μὴ ειναι θεόν. καὶ ουτως ὁ αφρων διάβολος οὐ τῇ ἀλλοτρίᾳ ἑαυτοῦ καρδίᾳ (αυτη δ' εστιν ἡ ἀνακειμένη θεῷ) ἀλλὰ τῇ ἐξ αὐτοῦ διὰ τὸ ἁμαρτάνειν γεγενημένῃ ειπεν μὴ ειναι θεόν. 559 Ps 52,2b ̔Ο γὰρ κακῶς περὶ θεοῦ φρονήσας καὶ εἰς τὴν αλλην ερχεται κακίαν· τὴν γὰρ εὐσέβειαν τῆς ἑαυτοῦ ψυχῆς ἐκβάλλων συνεκβέβληκεν αὐτῇ πᾶσαν ἀρετὴν ἀκολουθοῦσαν ὡς βασιλίδι τῇ εὐσεβείᾳ. οἱ γοῦν δι' ἀφροσύνην λέγοντες μὴ ειναι θεὸν διέφθειραν τὴν ἑαυτῶν γνώμην ἐν ἀνομίαις αις επραξαν, ἐξ ων ἐβδελύχθησαν τουτέστι βδελυκτοὶ γεγόνασιν. Ειθ' ἑξῆς ἐπιλέγεται. 560 Ps 52,2c Η πάντων ἁμαρτανόντων η καὶ αὐτῶν τῶν δοκούντων τὸ ἀγαθὸν ποιεῖν, οὐ κυρίως καὶ ἀληθῶς ποιούντων ἀλλ' ινα καν τύπον αὐτοῦ λάβωσι δι' ἐσόπτρου καὶ αἰνίγματος αὐτὸ ποιούντων. 561 Ps 52,3 ̔Ο παρὼν στίχος προνοητὴν εἰσάγει τὸν θεόν, οὐ τῶν κατ' οὐρανὸν μόνον ἀλλὰ καὶ τῶν ἐπὶ γῆς· ἐξ οὐρανοῦ γὰρ ἐφορᾶν προνοητικῶς τοὺς υἱοὺς τῶν ἀνθρώπων ειρηται, οὐκ εξωθεν κατὰ τὸ σῶμα μόνον ἐπιβλέπων αὐτοὺς ἀλλὰ καὶ κατὰ τὸ κρυπτὸν τῆς καρδίας. ἐπιβλέπει γοῦν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, οπως ιδῃ εἰ εστιν ὁ διὰ τοῦ καλὸν ποιεῖν συνιὼν καὶ διὰ τοῦ ἐξετάζειν τὴν ἀλήθειαν ἐκζητῶν τὸν θεόν. ἀνθρωπίνως δὲ καὶ ἀφ' ων ισμεν ειρηται τὸ διακύπτειν αὐτὸν ἐξ οὐρανοῦ καὶ τοῦ ἰδεῖν εἰ εστιν συνιών· μεγάλῃ γάρ, ιν' ουτως ειπω, προσβολῇ βλέψεως τοῦ πάντων κρυπτοῦ γνῶσιν εχει. 562 Ps 52,4 Καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν κατὰ παράβασιν νόμου τὴν ἁμαρτίαν συνίστασθαι ῳ ἀκολουθεῖ μὴ ειναί τινα φύσει πονηρόν· Πάντες γὰρ ἐξέκλιναν· αυτη δὲ ἡ εκκλισις ἁμαρτία ἐστίν, ἀποτυχία ουσα τῆς εὐθείας ὁδοῦ. αμα δὲ καὶ ἠχρειώθησαν οἱ ἐκκλίνοντες· ἀχρεῖον λέγων η κατὰ τὴν ἐπικράτησιν τῶν παθῶν η τὴν αγνοιαν τοῦ μὴ νοοῦντος συγχεομένου τῷ μετιέναι ἐξ ἑτέρων εἰς ετερα πράγματα, τῷ μὴ κεκρατηκέναι ἑνὸς ου τὴν ἐπιστήμην εχει. Πάντων ουν ἐκκλινόντων, εἰκότως ειρηται τὸ Οὐκ εστι