105
ποιῶν ἀγαθόν. καθ' ἑκάτερον τῶν προειρημένων τὸ Εως ἑνὸς προσκείμενον δηλοῖ ητοι μηδὲ ενα ειναι τὸ ἀγαθὸν ποιοῦντα η τὸν μηδὲ εν ἀγαθὸν ποιοῦντα. 563 Ps 52,5a ̓Επεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ γνώσονται α δεῖ εἰδέναι κατὰ θείαν γνῶσιν. οὐ γὰρ κατὰ πεῦσιν ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. 564 Ps 52,6 Τὸ ̓Εκεῖ φοβηθήσονται φόβον ου οὐκ ην φόβος δύναται ἀναφέρεσθαι εἰς τὸν μέλλοντα αἰῶνα· ενθα ἀποδράσης ὀδύνης καὶ στεναγμοῦ καὶ λύπης εδει θάρσος εχειν. ἐν τούτῳ ουν τῷ καταστήματι οὐκ οντος φόβου, φοβηθήσονται οἱ ἐπιφερόμενοι τὰ ἐφ' οις κολασθήσονται. διὰ τοῦτο δὲ φοβηθήσονται οτι τοὺς ὑποκριτὰς γενομένους ἐνταῦθα καὶ σκοπὸν εχοντας ἀνθρώποις ἀρέσαι ἐφανέρωσεν ἐκεῖ ὁ θεὸς σκορπίσας αὐτῶν τὰ ὀστᾶ δόγματα καὶ ἐπιτηδεύματα μοχθηρίας καὶ οἰήσεως εκγονα καὶ φαύλης ψυχῆς ἐνθυμήσεις οντα. εἰ γὰρ καὶ ἐνταῦθα εδοξαν ειναί τι ἀνθρώποις οις ηρεσκον, ἀπατῶντες ἀλλά γε ἐξουδενωθέντες ὑπὸ τοῦ θεοῦ ὡς οὐκ οντες τι κατῃσχύνθησαν. καὶ τάχα οἱ τὴν κακίαν ἐνεργοῦντες καὶ ταῖς προαναφωνηθείσαις κολάσεσι περιτεύξονται. οἱ δ' ἀνθρωπαρέσκως ὑποκρινόμενοι τὴν ἀρετὴν κολάσεως αλλης οὐ πειραθήσονται, διελεγχθείσης αὐτῶν τῆς ὑποκρίσεως· οιον ὁ ποιῶν ἐλεημοσύνην πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων οὐ κολασθήσεται ὑπὸ πυρὸς η αλλου τινὸς τοιούτου (ἠλέησε γάρ), καταισχυνθήσεται δὲ ἀποδειχθεὶς μὴ διὰ θεὸν ἀλλὰ δι' ἀνθρώπους κοινωνήσας τῶν ὑπαρχόντων πένησιν. 565 Ps 52,7 ̔Η γὰρ ἁμαρτία ἐστὶν ἡ αἰχμαλωτίζουσα τοὺς ποιοῦντας αὐτήν. ἀφέσεως δὲ ἁμαρτημάτων δωρουμένης εὐφραίνεται ὁ ̓Ισραὴλ καὶ ἀγαλλιᾶται ὁ ̓Ιακὼβ τοῖς χαίρουσιν ἐν οὐρανοῖς παραπλησίως ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
566 Ps 53,3b ∆ύναμις τοῦ πατρὸς ὁ Χριστός. ουτος δὲ κρινεῖ τὰ κρυπτὰ τῶν
ἀνθρώπων, παρακαλεῖ δὲ μὴ αλλοις κριταῖς ἀλλὰ τῇ δυνάμει τοῦ ἀγαθοῦ θεοῦ εἰς ἐξέτασιν παραδοθῆναι· οιδε γάρ, συγγνώμης τευξόμενος ἐφ' οις παρεῖδεν, ἐκδικίαν δὲ γενησομένην κατὰ τῶν αὐτὸν πορθούντων ματαίως. 567 Ps 53,4 ∆έεται οπως εὐπρόσδεκτος ἡ προσευχὴ αὐτοῦ γενήσηται καὶ ινα λάβῃ τὰ περὶ ων ηυξατο. ἀλλὰ καὶ ὡς ἐγγὺς θεοῦ διὰ καλῶν εργων γεγενημένος ̓Ενώτισαι εφη τὰ ῥήματα τοῦ στόματός μου. οὐδεὶς γὰρ ἀργὸν προφερόμενος ῥῆμα η αἰσχρὸν η ετερόν τι κακὸν φθεγγόμενος θέλει τὸν θεὸν ἐνωτίσασθαι αὐτοῦ τὰ ῥήματα ἀλλὰ μόνος καὶ πᾶς ὁ ἀληθῆ καὶ εὐσεβῆ λαλῶν. 568 Ps 53,5 ̓Αλλοτρίους φησὶ τοὺς ἐναντίαν προαίρεσιν τοῖς σπουδαίοις εχοντας, κραταιοὺς δὲ τοῦς πονηροὺς δαίμονας. καὶ φησίν· ἐπεὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν ἀποστραφέντες αὐτὸν καὶ νῶτα αὐτῷ δεδωκότες, ἐπανέστησαν τῷ δικαίῳ καὶ ἐζήτησαν τὴν ψυχὴν αὐτοῦ. 569 Ps 53,6.7 Θεὸν βοηθὸν εχειν ὁμολογεῖ, τάχα τὸν πατέρα καὶ κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ ινα ειπῃ τὸν υἱὸν ος ̓Αποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· α γὰρ ἐπαγαγεῖν μοι βεβούληνται κακωτικά, ταῦτα πρὸς αὐτοὺς ἀποστρέφει, τοῦτο τοῦ κυρίου κρίναντος ουτω. συνᾴδει τούτῳ τὸ Ποιήσατε αὐτῷ ον τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίῳ. καὶ τοὺς δὲ ψεύστας οντας διελέγχουσα ἡ τοῦ θεοῦ ἀλήθεια ὀλοθρεύει εἰ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἀναιρεθῆναι καθάπαξ αὐτοὺς ἀλλ' ῃ τοιοῦτοί εἰσιν ὁ αγιος ευχεται. 570 Ps 53,8a Τούτων δὲ συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπ' εὐχαριστίαν ἐρχόμενος ̔Εκουσίως θύσω σοι, οὐκ ἀνάγκης η βίας εἰς τοῦτο καλούσης ἀλλ' αὐτοκελεύστου προθυμίας.
571 Ps 54,2.3a Προσευχὴν ἀναφέρων θεῷ παρακαλεῖ αὐτὸν ἐγγίσαι αὐτῷ
οπως εἰς τὰ ιδια ωτα δέξηται ην προσαγήοχεν προσευχήν. ἐνωτίζεται γὰρ ὁ ἐγγὺς ων τοῦ λέγοντος, εἰς τὰ ωτα δεχόμενος τὸν λόγον. καὶ ἐπεὶ δέομαι ων οὐκ αλλοθεν θαρρῶ τὰ λείποντά μοι ἀναπληρωθῆναι η ἐκ σοῦ, μὴ ὑπερίδῃς τὴν ὑπὲρ