105
αὐτῷ. Ὧ καὶ ἀπορητικῶς πάλιν εἰπόντι, Πῶς δύναται ταῦτα γενέσθαι; λοιπὸν πληκτικώτερον πρὸς αὐτὸν ὁ Χριστὸς διαλέγεται, Σὺ εἶ ὁ διδάσκαλος, λέγων, τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὅρα πῶς οὐδαμοῦ πονηρίαν κατηγορεῖ τοῦ ἀνδρὸς, ἀλλ' εὐήθειαν καὶ ἀφέλειαν μᾶλλον. Καὶ τί κοινὸν αὕτη πρὸς τὰ Ἰουδαϊκὰ ἡ γέννησις ἔχει; εἴποι τις ἄν. Τί γὰρ οὐ κοινὸν, εἰπέ μοι; Ὅ τε γὰρ πρῶτος γενόμενος ἄνθρωπος, ἥ τε ἀπὸ τῆς πλευρᾶς γενομένη γυνὴ, καὶ αἱ στεῖραι, καὶ τὰ διὰ τῶν ὑδάτων ἐπιτελεσθέντα, λέγω δὲ τὰ κατὰ τὴν πηγὴν ἐξ ἧς ὁ Ἑλισσαῖος τὸ σιδήριον ἐμετεώρισε, τὰ κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ἣν διέβησαν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὴν κολυμβήθραν ἣν ὁ ἄγγελος ἐκίνει, τὰ κατὰ τὸν Σύρον Νεεμὰν τὸν ἐν τῷ Ἰορδάνῃ καθαρθέντα· ταῦτα πάντα τὴν γέννησιν καὶ τὸν καθαρμὸν τὸν μέλλοντα ἔσεσθαι, ὡς ἐν τύπῳ προανεφώνει. Καὶ τὰ παρὰ τῶν προφητῶν εἰρημένα τοῦτον αἰνίττεται τῆς γεννήσεως τὸν τρόπον· οἷον τὸ Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος· τὸ Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου· τὸ Φωτίζου Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται· τὸ Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Καὶ ὁ Ἰσαὰκ δὲ τύπος ἦν τῆς γεννήσεως ταύτης. Εἰπὲ γὰρ, ὦ Νικόδημε, πῶς ἐκεῖνος ἐτέχθη; ἆρα νόμῳ φύσεως; Οὐδαμῶς. Οὕτω μέσος ὁ τρόπος ταύτης κἀκείνης τῆς γεννήσεως οὗτος ἦν· ἐκείνης μὲν, ὅτι ἐκ συνουσίας· ταύτης δὲ, ὅτι οὐκ ἐξ αἱμάτων ἐτέχθη. Ἐγὼ δὲ δείκνυμι ὅτι οὐ ταύτην μόνον τὴν γέννησιν, ἀλλὰ καὶ τὴν ἐκ παρθένου προανεφώνουν οὗτοι οἱ τρόποι. Ἐπειδὴ γὰρ οὐκ ἄν τις ῥᾳδίως ἐπίστευσεν ὅτι παρθένος τίκτει, στεῖραι προέλαβον, εἶτα οὐ στεῖραι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι. Καίτοι τῆς στείρας πολὺ θαυμαστότερον τὸ ἀπὸ πλευρᾶς γενέσθαι γυναῖκα· ἀλλ' ἐπειδὴ ἐκεῖνο ἀρχαῖον ἦν καὶ παλαιὸν, πάλιν ἄλλος γίνεται τρόπος νέος καὶ πρόσφατος, ὁ τῶν στειρῶν, προοδοποιῶν τῇ πίστει τῆς παρθενικῆς ὠδῖνος. Τούτων οὖν αὐτὸν ἀναμιμνήσκων, ἔλεγε· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ὃ οἴδαμεν, λαλοῦμεν, 59.156 καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Ταῦτα ἐπήγαγε, καὶ ἑτέρωθεν πάλιν ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνου συγκαταβαίνων τῇ λέξει. γʹ. Τί δέ ἐστιν ὅ φησιν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν; Ἐπειδὴ καὶ παρ' ἡμῖν ἡ ὄψις ἐστὶ τῶν ἄλλων αἰσθήσεων πιστοτέρα, κἂν βουληθῶμέν τινα πιστώσασθαι, οὕτω λέγομεν, ὅτι τοῖς ὀφθαλμοῖς ἡμῶν ἑωράκαμεν, οὐκ ἐξ ἀκοῆς οἴδαμεν· διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀνθρωπινώτερον πρὸς αὐτὸν διαλέγεται, τὸν λόγον κἀντεῦθεν πιστούμενος. Καὶ ὅτι τοῦτό ἐστι, καὶ οὐδὲν ἄλλο παραστῆσαι βούλεται, οὐδὲ ὄψιν αἰσθητὴν ἐμφαίνει, δῆλον ἐκεῖθεν. Εἰπὼν γὰρ, Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι καὶ, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, ἐπήγαγεν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν. Τοῦτο δὲ οὐδέπω γεγεννημένον ἦν. Πῶς οὖν λέγει, Ὃ ἑωράκαμεν; Οὐκ εὔδηλον ὅτι λέγει περὶ τῆς ἀκριβοῦς γνώσεως, καὶ οὐκ ἄλλως ἐχούσης; Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Τὸ μὲν οὖν, Ὃ οἴδαμεν, ἤτοι περὶ ἑαυτοῦ καὶ τοῦ Πατρός φησιν, ἢ περὶ ἑαυτοῦ μόνου· τὸ δὲ, Οὐδεὶς λαμβάνει, οὐ δυσχεραίνοντός ἐστι τὸ ῥῆμα νῦν, ἀλλὰ τὸ γινόμενον ἀπαγγέλλοντος. Οὐ γὰρ εἶπε· Τί δὲ ὑμῶν ἀναισθητότερον γένοιτ' ἂν, οἳ τὰ παρ' ἡμῶν οὕτως ἀκριβῶς ἀπαγγελθέντα οὐ προσίεσθε; ἀλλὰ καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων πᾶσαν ἐπιείκειαν ἐνδεικνύμενος, τούτων μὲν οὐδὲν ἐφθέγξατο, πράως δὲ καὶ ἡμέρως τὸ συμβησόμενον προανεφώνησεν, ἐντεῦθεν εἰς πᾶσαν καὶ ἡμᾶς ἐνάγων πραότητα, καὶ παιδεύων ἡμᾶς, ὅταν πρός τινας διαλεγώμεθα, καὶ μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ ἐκθηριοῦσθαι. Οὐ γὰρ ἔστιν ἀνύσαι τὸν χαλεπαίνοντα, ἀλλὰ καὶ ἀπειθέστερον ἐργάσασθαι μᾶλλον. ∆ιὰ τοῦτο χρὴ τῆς μὲν ὀργῆς ἀπέχεσθαι, πάντοθεν δὲ ἀξιόπιστον ποιεῖν τὸν λόγον, οὐ τῷ μὴ ὀργίζεσθαι μόνον, ἀλλὰ καὶ τῷ μηδὲ κράζειν. Ὕλη γὰρ ὀργῆς ἡ κραυγή. Συμποδίσωμεν τοίνυν τὸν ἵππον, ἵνα καταστρέψωμεν τὸν