106
ων δέομαι παράκλησιν. πρόσχες δέ μοι ἐπαίροντι ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ κοσμίως καὶ ἱεροπρεπῶς παρισταμένῳ σοι, καὶ εἰσάκουσον τῶν λόγων ων ἐκ καθαρᾶς συνειδήσεως ἀναπέμπω. 572 Ps 54,3b.4a ∆ύναται ὁ ἐχθρὸς ὁ αὐτὸς ειναι τῷ ἁμαρτωλῷ, σχέσει μόνῃ τῆς διαφορᾶς ουσης. θλίβοντος ουν τοῦ ἁμαρτωλοῦ δι' ων πράττει κακῶς καὶ αθεα φθεγγομένου τοῦ ἐχθροῦ τῆς ἀληθείας, ̓Ελυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην. ἡ ἀδολεσχία ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν τῆς Αννας λεγούσης ̓Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα εως νῦν· περὶ γὰρ τῆς προσευχῆς ἑαυτῆς τοῦτο λέγει. ὁ αγιος ουν φησιν· τὸν ἐχθρὸν ὑπερήφανα φθεγγόμενον καὶ θλίβοντα τὸν ἁμαρτωλὸν ὁρῶν, πρὸς τὸν θεὸν δι' εὐχῆς ἀδολεσχῶν, ἐλυπήθην· τοὺς ὁμοουσίους καὶ ὁμογενεῖς μοι ὁρῶν εἰς βάθος κακίας πεσόντας ὡς καὶ ταραχθῆναι ἐπὶ τῷ τρεπτῷ τῆς φύσεως, μήτι αρα κἀγὼ ταύτην τὴν τροπὴν ὑποστῶ. τάχα δὲ καὶ κηδεμονικώτατα λυπεῖται καὶ ταράττεται ὁρῶν τοὺς φαύλους παραπαίοντας ὡσεί τις πατὴρ λυπεῖ τῷ ἐπιμανέντι υἱῷ. Καὶ γὰρ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπινον ἀπαγγέλλουσί τινες εἰρῆσθαι ῳ καὶ ἁρμόζει περὶ τῶν βλαπτομένων λυπεῖσθαι. 573 Ps 54,5 ̓Επίσταται πᾶς σπουδαῖος ετερον ειναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν ο καὶ ἀνεκτόν ἐστι καὶ ετερον ἐν πράξει καὶ λόγοις ο καὶ ἐπικίνδυνον καὶ βαρύ. διὸ καὶ ειποτε ἐν λογισμοῖς συμβαίνει κλόνον καὶ βλάβην γενέσθαι, ἐν ἑαυτῷ φυλάττων αὐτὰ οὐδὲ προφέρει λόγον κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον ειναι τὸ ἐνθύμημα εσθ' οτε καὶ ἀνίατον· διό φησιν ̔Η καρδία μου ἐταράχθη ἐν ἐμοί. οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν η επραξά τι κατ' αὐτήν, ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου τοῦ ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. συμβαίνει γὰρ ἐκ τοῦ εξω τὴν δειλίαν φανῆναι καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Ps 54,6.7 Τὸ δὲ Φόβος καὶ τρόμος ηλθεν ἐπ' ἐμὲ καὶ ἐκάλυψέ με σκότος, τῆς φύσεως τῆς ἀνθρωπίνης ἐνυπάρχον ἐχούσης τὸ παθητικὸν ο καὶ θυμικὸν καὶ ἐπιθυμητικόν τινες καλοῦσι, καν κατ' ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ προπαθείᾳ γενέσθαι. ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον ὠθούμενον ὑπὸ φωνῶν ἐχθροῦ καὶ θλίψεως ἁμαρτωλοῦ ἀναρριζόμενον εσχεν τὸ ἐνυπάρχον παθητικόν, ὡς φοβηθῆναι καὶ τρόμῳ ὑποπεσεῖν καὶ καλυφθῆναι ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν ἐνταῦθα σημαίνει ἡ σκότος φωνή. Πολλῶν δὲ τῶν περιεστηκότων αὐτὸν θλιβηρῶν τυγχανόντων, ευχεται δοθῆναι αὐτῷ τὰς τοῦ πνεύματος νοήσεις μετεωριζούσας καὶ ἐπαιρούσας πτέρυγας περιστερᾶς ἀλληγορικώτερον ὀνομαζομένας. αυται αἱ πτέρυγες πετασθῆναι ποιοῦσιν εἰς υψος, ὡς καταπαύσαντα ἐκεῖ τὸν ἀναπτάντα ἀμερίμνως τοῦ λοιποῦ διάγειν σαββατίζοντα τὰ τρυφερὰ καὶ εὐλογημένα σάββατα τοῦ θεοῦ. Ps 54,8 ̔Η τοῦ φυγαδεύειν λέξις τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων· ̓Ιδοὺ ἐμάκρυνα, τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλόν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ φυγαδεύειν ἰδίως ἐνταῦθα τὸ φυγεῖν σημαίνοι, ἐρεῖ ὁ δίκαιος, τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν προσοῦσαν αὐτοῖς ἀλαζονείαν· Καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, νόμου καὶ προφητῶν ἐκκλησίᾳ. ̔Αρμόζει δὲ ταῦτα μάλιστα τῷ κατ' οἰκονομίαν Χριστῷ. ταῦτα γὰρ συμβολικῶς ποιῶν ἀνεγράφη ἐν τοῖς Εὐαγγελίοις· ̓Ακούσας γάρ φησιν οτι ̓Ιωάννης παρεδόθη ἀνεχώρησεν ἐκεῖθεν εἰς ερημον τόπον. περὶ ταύτης τῆς ἐρήμου καὶ τὸ Εὐφράνθητι, ερημος διψῶσα, καὶ τὸ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ps 54,10a ̔Η ἐπὶ κακῷ συμφωνία δεινόν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις. καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ