106
ἀναβάτην· περικόψωμεν τὰ πτερὰ τοῦ θυμοῦ, καὶ οὐκ ἔτι πρὸς ὕψος ἀρθήσεται τὸ κακόν. Ὀξὺ γὰρ ἡ ὀργὴ πάθος, ὀξὺ, καὶ δεινὸν κλέψαι τὰς ἡμετέρας ψυχάς. ∆ιὰ τοῦτο χρὴ πάντοθεν ἀποφράττειν αὐτῷ τὴν εἴσοδον. Καὶ γὰρ ἄτοπον θηρία μὲν δύνασθαι ἡμεροῦν, τὴν δὲ ἡμετέραν διάνοιαν ἀγριαίνουσαν περιορᾷν. Πῦρ ἐστι σφοδρὸν ὁ θυμὸς πάντα διατρώγων· καὶ γὰρ καὶ σῶμα λυμαίνεται, καὶ ψυχὴν διαφθείρει, καὶ ἀηδῆ κατασκευάζει καὶ αἰσχρὸν ἰδεῖν· καὶ εἰ τὸν ὀργιζόμενον ἦν δυνατὸν ἑαυτῷ δῆλον εἶναι κατὰ τὸν καιρὸν τῆς ὀργῆς, οὐκ ἂν ἑτέρας ἐδεήθη παραινέσεως. Οὐδὲν γὰρ ἀτερπέστερον ὄψεως ὀργιζομένης. Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα. Ἀλλ' ἂν μελετήσωμεν μὴ κράζειν, ἀρίστην ὁδὸν φιλοσοφίας εὑρήσομεν. ∆ιὰ τοῦτο ὁ Παῦλος μετὰ τῆς ὀργῆς καὶ τὴν κραυγὴν ἀναιρεῖν γράφει, λέγων· Πᾶσα ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν. Οὐκοῦν πειθώμεθα τῷ πάσης φιλοσοφίας διδασκάλῳ· καὶ ὅταν ὀργιζώμεθα πρὸς τοὺς οἰκέτας, τὰ ἁμαρτήματα τὰ ἑαυτῶν ἐννοῶμεν, καὶ τὴν ἐπιείκειαν αἰσχυνώμεθα τὴν ἐκείνων. Ὅταν γὰρ σὺ ὑβρίζῃς, ἐκεῖνος δὲ σιγῇ φέρῃ τὴν ὕβριν, καὶ σὺ μὲν ἀσχημονῇς, ἐκεῖνος δὲ φιλοσοφῇ, τοῦτο ἀντὶ πάσης δέχου νουθεσίας. Εἰ γὰρ καὶ οἰκέτης ἐστὶν, ἀλλ' ἄνθρωπος καὶ ψυχὴν ἔχων ἀθάνα 59.157 τον, καὶ τοῖς αὐτοῖς παρὰ τοῦ κοινοῦ ∆εσπότου τιμηθεὶς δώροις. Εἰ δὲ ὁ ἐν τοῖς μείζοσι καὶ πνευματικωτέροις ὁμότιμος ἡμῖν ὢν, δι' ἀνθρωπίνην τινὰ εὐτελῆ καὶ μικρὰν ὑπεροχὴν οὕτω πράως φέρει τὰ παρ' ἡμῶν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας ἡμεῖς, οἱ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυνάμενοι φιλοσοφεῖν, μᾶλλον δὲ οὐ βουλόμενοι, ὥσπερ ἐκεῖνος διὰ τὸν ἡμέτερον; Ταῦτα οὖν ἅπαντα λογιζόμε 59.158 νοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.157.10 ΟΜΙΛΙΑ ΚΖʹ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσομαι λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν· τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν. ∆ιὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα ταπεινότερα τῶν ὑψηλῶν εἰρημένα παρ' αὐτοῦ. Ἀλλ' ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἂν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι' ἣν ταῦτα λέγει· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν· εἶτα καὶ τὴν αἰτίαν λέγει, δι' ἣν οὐ καθίησι. Τίς δέ ἐστιν αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα