107
πυργοποιΐᾳ τῷ εχειν φωνὴν μίαν καὶ χεῖλος εν πάντες ἐνεποδίσθησαν μεγίστῃ δυσσεβείᾳ συσχεθέντες ὡς μηκέτι ὁμοφωνίαν εχειν. ο γὰρ ἐκ συμφωνίας ποιοῦντες ἀσεβεῖν εμελλον, τοῦτο οὐκ ἐποίησαν, τῶν γλωσσῶν αὐτῶν καταδιαιρεθεισῶν. καὶ ἐνταῦθα γοῦν ὁ εὐχόμενος βούλεται καταδιαιρεθῆναι τὰς γλώσσας τῶν ὁμοφωνησάντων κατ' αὐτοῦ, καταποντιζομένων τῶν γλωσσῶν τουτέστιν ἀφανῶν γινομένων. καὶ πρὸ τούτου δὲ ειρηται κόλασιν σημαίνειν τὸ καταποντίζεσθαι. καὶ Παῦλος γοῦν, εἰδὼς συμφέρειν ποτὲ τὴν πρὸς ἑαυτοὺς τῶν φαύλων διαφωνίαν, ἐπὶ τῶν ἀναβαθμῶν ἀπολογούμενος συνέκρουσε Φαρισαίους καὶ Σαδδουκαίους. Ps 54,10b Τοῦτο ἀναφέρεσθαι δύναται ἐπὶ τὸ ̓Ιδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, διὰ μέσου εἰρημένων τῶν δύο στίχων ἀπὸ τοῦ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με εως τοῦ Καταδίελε τὰς γλώσσας αὐτῶν, ιν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ ἐν τῇ νομιζομένῃ θεοῦ πόλει τῇ ̔Ιερουσαλὴμ ειδον ἀνομίαν καὶ ἀντιλογίαν ἀνομούντων καὶ ἀντιλεγόντων τῇ ἀληθείᾳ, ἐμάκρυνα φυγαδεύων ἀπ' αὐτῆς, ωστε γενόμενον ἐν τῇ ἀπὸ ἐθνῶν ἐκκλησίᾳ ἐρήμῳ καλουμένῃ αὐλισθῆναι ἐν αὐτῇ διαναπαυόμενον καὶ διανυκτερεύοντα ἐν τοῖς πιστεύουσιν. Ps 54,11.12 ̓Επεὶ διαπαντὸς νύκτωρ καὶ μεθ' ἡμέραν ἀνομοῦσι καὶ ἀντιλέγουσιν ἐν τῇ πόλει ὡς κυκλωθῆναι τὴν πόλιν ἀπὸ τῆς ἀνομίας καὶ τῆς ἀντιλογίας καὶ τοῦ διὰ ταύτας τὰς κακίας ἐπελθόντος αὐτῇ στρατοπέδου, εφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουρούντας αὐτὴν ἱεροὺς ἀποστόλους. καὶ γὰρ ουτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες, διότι ἀνομία καὶ πόνος ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον δολιευομένων τῶν οἰκούντων αὐτὴν δι' ων φρονοῦσι πονηρῶς, κοπιώντων δὲ τῷ αιρειν ἐφ' ἑαυτοῖς τὸ τῆς κακίας αχθος μολύβδῳ παραβαλλομένης. Η καὶ πλατείας αὐτῆς ἡγητέον ειναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς ψυχὰς τῷ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν τουτέστι τὸν αδοξον καὶ παθητικὸν βίον. καὶ ἐν ταύταις γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος καὶ ὁ περὶ τὰς ἀπάτας δόλος πληροῦσθαι ποιεῖ τὸ Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. 574 Ps 54,14b.15a Τὸ Γνωστέ μου ἀντὶ τοῦ γινωσκόμενε ὑπ' ἐμοῦ, Ος ἐπὶ τὸ αὐτὸ ἐγλύκυνάς μοι ἐδέσματα, αμα τοῖς λοιποῖς μαθηταῖς τρέφων με τοῖς καλοῖς εργοις. 575 Ps 54,16bc Ελεγε γάρ τις τῶν παλαιῶν ζῶντας εἰς ᾳδου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων εχοντας. ὁ γὰρ αγευστος τῶν τῆς ζωῆς λόγων νεκρός· οἱ ουτω ζῶντες εἰς ᾳδην κατέρχονται. οὐ γὰρ οιόν τε ζῶντας τὸ κοινὸν ζῆν εἰς ᾳδην κατέρχεσθαι τῷ μὴ πεφυκέναι γίνεσθαι σῶμα ἐκεῖ μεθ' ου τις τὴν κοινὴν ζωὴν εχει. ἐπεὶ ουν ὁ ̓Ιούδας καὶ πᾶς ὁ τῶν ̓Ιουδαίων λαὸς κατήχησιν ειχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ' αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ ζῶντες εἰς ᾳδην κατέρχονται. ̓Ακολούθως δὲ καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος Οτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. εἰ γὰρ καὶ πεῖραν εσχον τῶν ζωοποιῶν γραφῶν, οὐ κατῴκησαν ἀλλὰ παρῴκησαν ἐν αὐταῖς τῷ πονηρίας εχειν ἐν μέσῳ ἑαυτῶν τουτέστι τῷ ἡγεμονικῷ· ἐν μέσῳ γὰρ ειναι λέγεται τοῦ ολου ζῴου. 576 Ps 54,17 ̓Εγὼ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ εσχον εἰσακουμένην ὑπὸ κυρίου τὴν φωνήν μου. μόνος γὰρ εἰσακούεται ὑπὸ κυρίου ὁ πρὸς τὸν θεὸν κεκραγώς. οὐ γὰρ πᾶς κράζων πρὸς θεὸν βοᾷ· περὶ Σοδομιτῶν γέγραπται Φωνὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, οὐ πρὸς θεὸν κεκραγότων. 577 Ps 54,18 ̓Επεὶ διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, εὐσεβὴς ων καὶ διαπαντὸς διηγούμενος σοφίαν, ὁ ψάλλων φησίν· ̔Εσπέρας οταν δύνει μοι τὰ τῆς κακίας καὶ τὸ σβεννύμενον φῶς τῶν ἀσεβῶν, ἀνατελεῖ δέ μοι ὁ τῆς δικαιοσύνης ηλιος ὡς ἐν πρωΐᾳ με ποιῆσαι, ου ἀκμάσαντος ἐν τῷ μεσημβρινῷ γενόμενος διηγήσομαι τὰ τῆς προειρημένης ἑσπέρας καὶ τοῦ προαπηγγελμένου πρωῒ